- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:22.1-22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大严加斥责了向其进献美少年的行径并严惩部下的奸淫之罪,声明自己对大流士之妻从未过问,并借由启蒙师列奥尼达的严格教导展现了自己在饮食与生活上的克制。
ἐπεὶ δὲ Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ στρατηγὸς ἔγραψεν εἶναι παρʼ αὐτῷ Θεόδωρόν τινα Ταραντῖνον ἔχοντα παῖδας ὠνίους δύο τὴν ὄψιν ὑπερφυεῖς, καὶ πυνθανόμενος εἰ πρίηται, χαλεπῶς ἐνεγκὼν ἐβόα πολλάκις πρὸς τοὺς φίλους, ἐρωτῶν τί πώποτε Φιλόξενος αἰσχρὸν αὐτῷ συνεγνωκώς τοιαῦτα ὀνείδη προξενῶν κάθηται, τὸν δὲ Φιλόξενον αὐτόν ἐν ἐπιστολῇ πολλὰ λοιδορήσας ἐκέλευσεν αὐτοῖς φορτίοις1 τὸν Θεόδωρον εἰς τὸν ὄλεθρον ἀποστέλλειν.
当负责海防的将领菲洛克塞诺斯写信称,身边有一个塔兰托人塞奥多罗斯带来两个容貌绝美的待售少年,并询问他是否买下时,亚历山大极为愤慨,屡屡对友人们大声斥责,质问菲洛克塞诺斯究竟见自己有过何等卑劣之事,竟安然充当如此奇耻大辱的掮客。对于菲洛克塞诺斯本人,他更在回信中严厉斥骂,命他将塞奥多罗斯连同那些货物一同打发去送死。
ἐπέπληξε δὲ καὶ Ἅγνωνι γράψαντι πρὸς αὐτόν ὅτι Κρωβύλον εὐδοκιμοῦντα ἐν Κορίνθῳ βούλεται πριάμενος ἀγαγεῖν πρὸς αὐτόν, πυνθανόμενος δὲ μισθοφόρων τινῶν γύναια διεφθαρκέναι Δάμωνα καὶ Τιμόθεον Μακεδόνας τῶν ὑπὸ Παρμενίωνι στρατευομένων, ἔγραψε Παρμενίωνι κελεύων, ἐὰν ἐλεγχθῶσιν, ὡς θηρία ἐπὶ καταφθορᾷ τῶν ἀνθρώπων γεγονότα τιμωρησάμενον ἀποκτεῖναι.
他也谴责了写信向他提议从科林斯买下闻名遐迩的克罗比洛斯送来的哈格农;而在获悉帕梅尼奥麾下服役的马其顿人达蒙和蒂莫特奥斯奸污了某些雇佣兵的妻子后,亚历山大便给帕梅尼奥去信,命他若查实二人罪证,就当将他们视为专为毁灭人类而生的野兽予以惩办并处决。
καὶ περὶ ἑαυτοῦ κατὰ λέξιν ἐν ταύτῃ τῇ ἐπιστολῇ γέγραφεν· ἐγὼ γὰρ οὐχ ὅτι ἑωρακὼς ἂν εὑρεθείην τὴν Δαρείου γυναῖκα ἢ βεβουλημένος ἰδεῖν, ἀλλʼ οὐδὲ τῶν λεγόντων περὶ τῆς εὐμορφίας αὐτῆς προσδεδεγμένος2 τὸν λόγον ἔλεγε δὲ μάλιστα συνιέναι θνητὸς ὢν3 ἐκ τοῦ καθεύδειν καὶ συνουσιάζειν, ὡς ἀπὸ μιᾶς ἐγγινόμενον ἀσθενείας τῇ φύσει καὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον.4
关于他自己,他在这封信中逐字逐句地写道: “因为我不仅绝不会被发现见过大流士的妻子或曾有意去见她,甚至连那些谈论她绝世美貌之人的话语也未曾加以倾听。” 他还常说,正是从睡眠与交合中,他最深切地意识到自己终究是必死之人,因为他认为,疲惫与快感皆源自人性的同一种软弱。
ἢν δὲ καὶ γαστρὸς ἐγκρατέστατος, καὶ τοῦτο ἄλλοις τε πολλοῖς ἐδήλωσε καὶ τοῖς πρὸς Ἄδαν λεχθεῖσιν, ἣν ἐποιήσατο μητέρα καὶ Καρίας βασίλισσαν ἀπέδειξεν. ὡς γὰρ ἐκείνη φιλοφρονουμένη πολλὰ μὲν ὄψα καθʼ ἡμέραν ἀπέστελλεν αὐτῷ καὶ πέμματα, τέλος δὲ τοὺς δοκοῦντας εἶναι δεινοτάτους ὀψοποιοὺς καὶ ἀρτοποιούς, ἔφη τούτων μηδενὸς δεῖσθαι· βελτίονας γὰρ ὀψοποιοὺς ἔχειν ὑπὸ τοῦ παιδαγωγοῦ Λεωνίδου δεδομένους αὐτῷ, πρὸς μὲν τὸ ἄριστον, νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον, ὀλιγαριστίαν. ὁ δʼ αὐτὸς οὗτος ἀνὴρ, ἔφη, καὶ τῶν στρωμάτων ἐπιὼν τὰ ἀγγεῖα καὶ τῶν ἱματίων ἔλυεν, ἐπισκοπῶν μή τί μοι τρυφερὸν ἢ περισσὸν ἡ μήτηρ ἐντέθεικεν.
他在口腹之欲上也极尽克制,这一点既见于许多其他事例,也见于他对阿达的言论——他曾认阿达为母并立其为卡里亚的女王。因为当阿达出于好意每天送给他大量精美菜肴与点心,最后甚至送来被公认为最高超的厨师与面包师傅时,亚历山大却表示自己丝毫不需这些;因为他有其启蒙师父列奥尼达所给予的更优秀的厨师:为了早点,便有夜间行军;为了晚餐,便有简略的早点。 “而正是这个人,”他说,“过去还会逐一查看并解开装有我的被褥和衣物的包裹,以检查母亲是否为我夹带了任何奢靡或多余的物品。”
- 22.1αὐτοῖς φορτίοις
与 αὐτός 搭配使用的伴随与格(dative of accompaniment)习语,意为“连同其货物一起”,表示将某人连同其随身之物一并处置。
- 22.3οὐχ ὅτι ἑωρακὼς ἂν εὑρεθείην ... ἀλλʼ οὐδὲ ... προσδεδεγμένος
成语性句式 οὐχ ὅτι ... ἀλλʼ οὐδέ 表示“不仅不……甚至连……都不”。前一分句的 ἂν εὑρεθείην 为希求法加 ἄν 表潜势,后半分句则共享这一支配框架,以完成时分词 προσδεδεγμένος 作并列补足语。
- 22.3συνιέναι θνητὸς ὢν
表示认知、领会的动词 συνίημι 带主格补充成分分词(θνητὸς ὢν),因为分词的逻辑主语与主句主语一致,意为“意识到自己是一个必死之人”。
- 22.3ὡς ἀπὸ μιᾶς ἐγγινόμενον ἀσθενείας τῇ φύσει καὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον
中性单数分词 ἐγγινόμενον 与并列的中性实体化分词 καὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον 呼应,由 ὡς 引导,表示主语的主观判断或依据:“认为劳累与享乐皆出于天性中的同一软弱”。
