← 普鲁塔克

亚历山大大帝传

§21.1-21.5

优待大流士家眷与克制女色之德

得知大流士的母亲与妻女误以为大流士阵亡而悲痛哭泣后,亚历山大派人告知其大流士尚存,并保证其优厚待遇。他以极高的君王风范保全了她们的尊严与私密生活,并展现出超越美色的自制之德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

τρεπομένῳ δὲ πρὸς τὸ δεῖπνον αὐτῷ φράζει τις ἐν τοῖς αἰχμαλώτοις ἀγομένας μητέρα καὶ γυναῖκα Δαρείου καὶ θυγατέρας δύο παρθένους ἰδούσας τὸ ἅρμα καὶ τὰ τόξα κόπτεσθαι καὶ θρηνεῖν, ὡς ἀπολωλότος ἐκείνου. συχνὸν οὖν ἐπισχὼν χρόνον Ἀλέξανδρος, καὶ ταῖς ἐκείνων τύχαις μᾶλλον ἢ ταῖς ἑαυτοῦ ἐμπαθὴς γενόμενος, πέμπει Λεοννάτον, ἀπαγγεῖλαι κελεύσας ὡς οὔτε Δαρεῖος τέθνηκεν οὔτε Ἀλέξανδρον δεδιέναι χρή· Δαρείῳ γὰρ ὑπὲρ ἡγεμονίας πολεμεῖν,1 ἐκείναις δὲ πάντα ὑπάρξειν ὧν καὶ Δαρείου βασιλεύοντος ἠξιοῦντο. τοῦ δὲ λόγου ταῖς γυναιξὶν ἡμέρου καὶ χρηστοῦ φανέντος ἔτι μᾶλλον τὰ τῶν ἔργων ἀπήντα φιλάνθρωπα. θάψαι γὰρ ὅσους ἐβούλοντο Περσῶν ἔδωκεν, ἐσθῆτι καὶ κόσμῳ χρησαμέναις ἐκ τῶν λαφύρων, θεραπείας τε καὶ τιμῆς ἣν εἶχον οὐδʼ ὁτιοῦν ἀφεῖλε, συντάξεις δὲ καὶ μείζονας ἐκαρποῦντο τῶν προτέρων.

当他正要前往用餐时,有人告诉他,在被押解的俘虏中,大流士的母亲、妻子和两个未出嫁的女儿看见战车和弓矢后,以为大流士已死,正在捶胸痛哭。亚历山大沉默了相当长的一段时间,为她们的遭遇所动容甚于为自己的幸运而欣喜,便派遣列昂纳托斯前去,命他转告:大流士并未阵亡,她们也无需畏惧亚历山大;因为他是为了争夺霸权才与大流士作战,而她们在过去大流士在位时所享有的一切,都将原封不动地属于她们。 这番言辞在妇人们看来已是温和体恤,而亚历山大实际的举动则更为仁爱宽厚。他准许她们按自己的意愿埋葬任意数量的波斯人,并使用战利品中的衣饰与妆裹;她们从前享有的侍奉与尊崇,亚历山大分毫未夺,甚至她们所领受的年金比以往更为丰厚。

§21.3

ἡ δὲ καλλίστη καὶ βασιλικωτάτη χάρις ἦν παρʼ αὐτοῦ γυναιξὶ γενναίαις γενομέναις αἰχμαλώτοις καὶ σώφροσι μήτε ἀκοῦσαι τι μήτε ὑπονοῆσαι μήτε προσδοκῆσαι τῶν αἰσχρῶν, ἀλλʼ ὥσπερ οὐκ ἐν στρατοπέδῳ πολεμίων, ἀλλʼ ἐν ἱεροῖς καὶ ἁγίοις φυλαττομένας παρθενῶσιν ἀπόρρητον ἔχειν καὶ ἀόρατον ἑτέροις δίαιταν.2 καίτοι λέγεταί γε τὴν Δαρείου γυναῖκα πολὺ πασῶν τῶν βασιλίδων εὐπρεπεστάτην γενέσθαι, καθάπερ καὶ αὐτὸς Δαρεῖος ἀνδρῶν κάλλιστος καὶ μέγιστος, τὰς δὲ παῖδας ἐοικέναι τοῖς γονεῦσιν.

然而,他对这些身为战俘的高贵娴雅女子所施予的最美好、最合乎王者之道的恩德,乃是使她们既无须听到、也无须猜疑或预料任何耻辱之事,而是宛如并非处在敌军营地、反倒像是在神圣洁净的少女深闺中受到守护一般,过着不可侵犯且不为外人所窥见的隐秘生活。尽管据说大流士的妻子远比所有王后都更为貌美,恰如大流士本人亦是男子中最英俊挺拔者,而两位公主也容貌酷似其双亲。

§21.4

ἀλλʼ Ἀλέξανδρος, ὡς ἔοικε, τοῦ νικᾶν τοὺς πολεμίους τὸ κρατεῖν ἑαυτοῦ βασιλικώτερον ἡγούμενος, οὔτε τούτων ἔθιγεν οὔτε ἄλλην ἔγνω γυναῖκα πρὸ γάμου, πλὴν Βαρσίνης. αὕτη δὲ, μετὰ τὴν Μέμνονος τελευτὴν χήρα γενομένη, περὶ Δαμασκὸν ἐλήφθη. πεπαιδευμένη δὲ παιδείαν Ἑλληνικήν καὶ τὸν τρόπον ἐπιεικὴς οὖσα καὶ πατρὸς Ἀρταβάζου γεγονότος ἐκ βασιλέως θυγατρός, ἐγνώσθη, Παρμενίωνος προτρεψαμένου τὸν Ἀλέξανδρον, ὥς φησιν Ἀριστόβουλος, καλῆς καὶ γενναίας ἅψασθαι γυναικός.

但亚历山大似乎认为克己自胜比战胜敌人更合乎王者之道,故而不仅未曾染指她们,在婚前亦未曾亲近其他女子,唯独巴尔馨除外。巴尔馨在门农去世后成为寡妇,在大马士革附近被俘。她受过希腊式教育,性情温和,其父阿尔塔巴佐斯又是国王之女所生;正如阿里斯托布鲁斯所言,在帕梅尼奥劝说亚历山大应当与一位貌美且出身高贵的女子结缘之后,亚历山大便与她相好。

§21.5

τὰς δὲ ἄλλας αἰχμαλώτους ὁρῶν ὁ Ἀλέξανδρος κάλλει καὶ μεγέθει διαφερούσας ἔλεγε παίζων ὡς εἰσὶν ἀλγηδόνες ὀμμάτων3 αἱ Περσίδες, ἀντεπιδεικνύμενος δὲ πρὸς τὴν ἰδέαν τὴν ἐκείνων τὸ τῆς ἰδίας ἐγκρατείας καὶ σωφροσύνης κάλλος, ὥσπερ ἀψύχους εἰκόνας ἀγαλμάτων παρέπεμψεν.

亚历山大见其余女俘容貌与身材出众,便开玩笑说波斯女子真是“刺痛眼睛之物”;但他以自己节制自守的品格之美来对抗她们的绝世姿容,仿佛对待毫无生气的雕像一般将她们全然略过。

语法注3 条
  1. 21.2Δαρείῳ γὰρ ὑπὲρ ἡγεμονίας πολεμεῖν

    间接引语中的不定式短语,受前文 κελεύσας ἀπαγγεῖλαι 支配。不定式 πολεμεῖν 的逻辑主语是亚历山大本人(因语境明确而省略),意为“他与大流士作战乃是为了争夺霸权”。

  2. 21.3γυναιξὶ γενναίαις γενομέναις αἰχμαλώτοις καὶ σώφροσι μήτε ἀκοῦσαι τι μήτε ὑπονοῆσαι μήτε προσδοκῆσαι τῶν αἰσχρῶν, ἀλλʼ ὥσπερ οὐκ ἐν στρατοπέδῳ πολεμίων, ἀλλʼ ἐν ἱεροῖς καὶ ἁγίοις φυλαττομένας παρθενῶσιν ἀπόρρητον ἔχειν καὶ ἀόρατον ἑτέροις δίαιταν

    开头的与格短语(γυναιξὶ...)作为 χάρις ἦν 的关涉对象(利益与格),但随后的不定式 ἔχειν 的逻辑主语却转换为宾格分词 φυλαττομένας,体现了希腊语中由与格向宾格不定式结构的句法过渡。

  3. 21.5ἀλγηδόνες ὀμμάτων

    字面意为“眼睛的痛苦”。这是一种反讽且带修辞色彩的习用表达,指绝色美女的姿容使旁观者心神荡漾、心生折磨,即“刺目之美/惹人烦乱之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:21.1-21.5