← 普鲁塔克

亚历山大大帝传

§20.1-20.8

伊苏斯战役的胜利与大流士的营帐

大流士不听阿明塔斯的劝阻进军狭地,在皮纳鲁斯河畔遭亚历山大击溃并败逃,亚历山大带伤大获全胜,并在缴获的大流士奢华大帐前发出感叹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ἦν δέ τις ἐν τῷ Δαρείου στρατῷ πεφευγὼς ἐκ Μακεδονίας ἀνὴρ Μακεδών, Ἀμύντας, οὐκ ἄπειρος τῆς Ἀλεξάνδρου φύσεως, οὗτος ὡρμημένον ἰδὼν Δαρεῖον εἴσω τῶν στενῶν βαδίζειν ἐπʼ Ἀλέξανδρον, ἐδεῖτο κατὰ χώραν ὑπομένειν, ἐν πλάτος ἔχουσι πεδίοις καί ἀναπεπταμένοις πρὸς ἐλάττονας πλήθει τοσούτῳ διαμαχούμενον.1

在大流士军中有一位从马其顿流亡而来的马其顿人,名叫阿明塔斯,他对亚历山大的性情颇为熟悉。他见大流士执意要进军狭窄山口去迎击亚历山大,便恳求他留在原地,在开阔平坦的平原上,以如此庞大的兵力去与较少数的敌人交战。

§20.2

ἀποκριναμένου δὲ Δαρείου δεδιέναι μὴ φθάσωσιν αὑτὸν ἀποδράντες οἱ πολέμιοι καί διαφυγὼν Ἀλέξανδρος, ἀλλὰ τούτου γε, εἶπεν, ὦ βασιλεῦ, χάριν θάρρει βαδιεῖται γὰρ ἐκεῖνος ἐπὶ σέ, καί σχεδὸν ἤδη βαδίζει. ταῦτα λέγων Ἀμύντας οὐκ ἔπειθεν, ἀλλʼ ἀναστὰς ἐπορεύετο Δαρεῖος εἰς Κιλικίαν, ἅμα δὲ Ἀλέξανδρος εἰς Συρίαν ἐπʼ ἐκεῖνον.

大流士回答说,他唯恐敌人抢先溜走、亚历山大逃遁无踪。 阿明塔斯便说: “大王啊, 唯独为此事请放宽心;因他定会向您进军,甚至可以说此刻已经在路上了。” 阿明塔斯虽如此力陈,却未能说服他;大流士反而拔营开拔前往基利家,与此同时亚历山大也正迎着他向叙利亚挺进。

§20.3

ἐν δὲ τῇ νυκτὶ διαμαρτόντες ἀλλήλων αὖθις ἀνέστρεφον, Ἀλέξανδρος μὲν ἡδόμενός τε τῇ συντυχίᾳ καί σπεύδων ἀπαντῆσαι περὶ τὰ στενά, Δαρεῖος δὲ τὴν προτέραν ἀναλαβεῖν στρατοπεδείαν καί τῶν στενῶν ἐξελίξαι τὴν δύναμιν. ἤδη γὰρ ἐγνώκει παρὰ τὸ συμφέρον ἐμβεβληκὼς ἑαυτὸν εἰς χωρία θαλάττῃ καί ὄρεσι καί ποταμῷ διὰ μέσου ῥέοντι τῷ Πινάρῳ δύσιππα, καί διεσπασμένα πολλαχοῦ, καί πρὸς τῆς ὀλιγότητος τῶν πολεμίων ἔχοντα τὴν θέσιν.2

他们在黑夜中错过了彼此,便各自折返:亚历山大为这次机缘欣喜,急忙赶往狭道一带迎战;大流士则试图重夺先前的营地,并使军队脱离狭隘地域。因他已经察觉,自己违背利害,将部队置于不利于骑兵驰骋的地界,那里夹在大海、高山以及贯穿其间的皮纳鲁斯河之间,多处被分割阻断,地势正利于寡势的敌方。

§20.4

Ἀλεξάνδρῳ δὲ τὸν μὲν τόπον ἡ τύχη παρέσχεν, ἐστρατήγησε δὲ τῶν ἀπὸ τῆς τύχης ὑπαρχόντων πρὸς τὸ νικῆσαι βέλτιον,3 ὅς γε τοσούτῳ πλήθει τῶν βαρβάρων λειπόμενος ἐκείνοις μὲν οὐ παρέσχε κύκλωσιν, αὐτὸς δὲ τῷ δεξιῷ τὸ εὐώνυμον ὑπερβαλὼν καί γενόμενος κατὰ κέρας φυγὴν ἐποίησε τῶν καθʼ αὑτὸν βαρβάρων, ἐν πρώτοις ἀγωνιζόμενος, ὥστε τρωθῆναι ξίφει τὸν μηρόν, ὡς μὲν Χάρης φησίν, ὑπὸ Δαρείου (συμπεσεῖν γὰρ αὐτοὺς εἰς χεῖρας), Ἀλέξανδρος δὲ περὶ τῆς μάχης ἐπιστέλλων τοῖς περὶ τὸν Ἀντίπατρον οὐκ εἴρηκεν ὅστις ἦν ὁ τρώσας, ὅτι δὲ τρωθείη τὸν μηρὸν ἐγχειριδίῳ, δυσχερὲς δʼ οὐδὲν ἀπὸ τοῦ τραύματος συμβαίη γέγραφε. νικήσας δὲ λαμπρῶς καί καταβαλὼν ὑπὲρ ἕνδεκα μυριάδας τῶν πολεμίων, Δαρεῖον μὲν οὐχ εἷλε τέτταρας σταδίους ἢ πέντε προλαβόντα τῇ φυγῇ, τὸ δὲ ἅρμα καί τὸ τόξον αὐτοῦ λαβὼν ἐπανῆλθε·

命运固然为亚历山大提供了这块战场,但他却能更卓越地指挥调度命运所赋予的条件以夺取胜利。他在兵力上虽远逊于蛮族,却未给对方包围的机会,反以自己的右翼超出敌人的左翼,包抄其侧翼,使正面的蛮族全线溃败。他亲临最前线奋战,以致大腿被剑刺伤——据卡雷斯所说,乃是大流士亲手所刺(因二人曾短兵相接)。然而亚历山大自己在写给安提帕特等人的关于战事的书信中,并未指明刺伤他的人是谁,仅写道大腿被短剑所伤,且伤势未引起任何严重后果。他赢得了辉煌的胜利,斩杀敌军逾十一万人,但未捕获大流士,因大流士在逃跑中抢先逃出了四五斯塔德之遥;亚历山大缴获了大流士的战车与弓矢后班师。

§20.6

καί κατέλαβε τοὺς Μακεδόνας τὸν μὲν ἄλλον πλοῦτον ἐκ τοῦ βαρβαρικοῦ στρατοπέδου φέροντας καί ἄγοντας ὑπερβάλλοντα πλήθει, καίπερ εὐζώνων πρὸς τὴν μάχην παραγενομένων καὶ τὰ πλεῖστα τῆς ἀποσκευῆς ἐν Δαμασκῷ καταλιπόντων, τὴν δὲ Δαρείου σκηνὴν ἐξῃρηκότας ἐκείνῳ, θεραπείας τε λαμπρᾶς καί παρασκευῆς καί χρημάτων πολλῶν γέμουσαν.

他发现马其顿将士们正从蛮族营地掳掠数量惊人的其余财物,尽管〔蛮族〕轻装上阵参与会战,并将大部分辎重留在了大马士革;但将士们却为亚历山大保留了大流士的大帐,帐内充斥着华丽的侍从、陈设与巨额财富。

§20.7

εὐθὺς οὖν ἀποδυσάμενος τὰ ὅπλα πρὸς τὸ λουτρὸν ἐβάδιζεν, εἰπών· ἴωμεν ἀπολουσόμενοι τὸν ἀπὸ τῆς μάχης ἱδρῶτα τῷ Δαρείου λουτρῷ. καί τις τῶν ἑταίρων μὰ τὸν Δία εἶπεν, ἀλλὰ τῷ Ἀλεξάνδρου· τὰ γὰρ τῶν ἡττωμένων εἶναί τε δεῖ καί προσαγορεύεσθαι τοῦ κρατοῦντος.

于是他随即解下甲胄朝浴室走去,说道: “让我们去大流士的浴室中洗去身上的战汗吧。” 其侍从同伴中有一人说道: “指着宙斯起誓,绝非如此, 而是去亚历山大的浴室!因为败者的财物理应属于胜者,并由胜者命名。”

§20.8

ὡς δὲ εἶδε μὲν ὅλκια καί κρωσσοὺς καί πυέλους καί ἀλαβάστρους, πάντα χρυσοῦ, ἠσκημένα περιττῶς, ὠδώδει δὲ θεσπέσιον οἷον ὑπὸ ἀρωμάτων καί μύρων ὁ οἶκος, ἐκ δὲ τούτου παρῆλθεν εἰς σκηνὴν ὕψει τε καί μεγέθει καί τῷ περὶ τὴν στρωμνὴν καί τραπέζας καί τὸ δεῖπνον αὐτοῦ κόσμῳ θαύματος ἀξίαν, διαβλέψας πρὸς τοὺς ἑταίρους, τοῦτο ἦν, ὡς ἔοικεν, ἔφη, τὸ βασιλεύειν.4

当他看到洗盘、水壶、浴盆和香油香精瓶,皆为黄金所铸且雕工极尽精美,整间屋子弥漫着香料与香膏奇异的神圣馨香,接着又步入一座以高广宏伟、卧榻与餐桌之奢华以及宴饮布置之精美而令人惊叹的大帐时,他环视身边的同伴们说道: “看来, 这才是所谓的君临天下啊。”

语法注4 条
  1. 20.1ἐν πλάτος ἔχουσι πεδίοις καί ἀναπεπταμένοις πρὸς ἐλάττονας πλήθει τοσούτῳ διαμαχούμενον

    将来时分词 διαμαχούμενον 在格上与不定式 ὑπομένειν 的逻辑主语 Δαρεῖον(宾格)一致,表示目的(“为了与……作战”)。与格短语 πλήθει τοσούτῳ 为方式或伴随与格,意为“凭借如此庞大的人数”。

  2. 20.3πρὸς τῆς ὀλιγότητος τῶν πολεμίων ἔχοντα τὴν θέσιν

    介词 πρός 接属格在此构成习惯表达,意为“有利于……”、“偏向于……”(“地势正利于敌人的少数兵力”),而非接宾格时表示的方向含义。

  3. 20.4ἐστρατήγησε δὲ τῶν ἀπὸ τῆς τύχης ὑπαρχόντων πρὸς τὸ νικῆσαι βέλτιον

    动词 στρατηγέω 支配属格 τῶν ὑπαρχόντων,意为“在军事上统御/运用……”(“更加卓越地运用命运所赋予的条件以求胜利”)。虽然结构上亦可联想为与比较级 βέλτιον 呼应的比较属格,但作为承接前分句 τὸν τόπον 的对象/材料属格更为自然恰当。

  4. 20.8τοῦτο ἦν, ὡς ἔοικεν, ... τὸ βασιλεύειν

    未完成过去时 ἦν 在此属于所谓的“哲理性未完成式”(philosophical imperfect),表示主体经过眼前的经历恍然领悟某一本质现实(“原来这就叫做统治为王啊”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:20.1-20.8