← 普鲁塔克

亚历山大大帝传

§19.1-19.5

亚历山大对医生菲利普的信任与病愈

大流士因亚历山大的延宕而信心倍增,而患病的亚历山大却在将一封揭发谋杀阴谋的信交给医生菲利普的同时坦然服下其配制的汤药,虽一度陷入昏迷,终在照料下痊愈并向全军将士露面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ἔτι δὲ μᾶλλον ἐθάρρησε καταγνοὺς δειλίαν Ἀλεξάνδρου πολὺν χρόνον ἐν Κιλικίᾳ διατρίψαντος. ἦν δὲ ἡ διατριβὴ διὰ νόσον, ἣν οἱ μὲν ἐκ κόπων, οἱ δὲ λουσαμένῳ ἐν τῷ τοῦ Κύδνου ῥεύματι καταπαγέντι1 προσπεσεῖν λέγουσι.

大流士见亚历山大在基利家拖延了许久,断定其胆怯懦弱,因而更加自信。然而这番逗留实因疾病而起,有人说这病因过度劳累而致,另有人说是在他于库德努斯河的水流中沐浴受寒时侵袭了他。

§19.2

τῶν μὲν οὖν ἄλλων ἰατρῶν οὐδεὶς ἐθάρρει βοηθήσειν, ἀλλὰ τὸν κίνδυνον οἰόμενοι πάσης ἰσχυρότερον εἶναι βοηθείας ἐφοβοῦντο τὴν ἐκ τοῦ σφαλῆναι διαβολὴν πρὸς τοὺς Μακεδόνας· Φίλιππος δʼ ὁ Ἀκαρνὰν μοχθηρὰ μὲν ἑώρα τὰ περὶ αὐτὸν ὄντα, τῇ δὲ φιλίᾳ πιστεύων, καὶ δεινὸν ἡγούμενος εἰ κινδυνεύοντι μὴ συγκινδυνεύσει2 μέχρι τῆς ἐσχάτης πείρας βοηθῶν καὶ παραβαλλόμενος, ἐπεχείρησε φαρμακείᾳ καὶ συνέπεισεν αὐτὸν ὑπομεῖναι καὶ πιεῖν, σπεύδοντα ῥωσθῆναι πρὸς τὸν πόλεμον.

当时其他医生无人敢于施以援手,反倒认为险情非任何疗法所能解救,唯恐失手而招致马其顿人的怨咎谴责;唯独阿卡纳尼亚人菲利普虽然见他病情凶险,却深信彼此的友谊,且认为若在友人临危之际不肯冒险相伴、竭力救治至最后一试并甘冒奇险,实属大逆,于是决意施用药剂,并说服急于恢复气力奔赴战场的亚历山大忍受药力服下药汤。

§19.3

ἐν τούτῳ δὲ Παρμενίων ἔπεμψεν ἐπιστολὴν ἀπὸ στρατοπέδου, διακελευόμενος αὐτῷ φυλάξασθαι τὸν Φίλιππον ὡς ὑπὸ Δαρείου πεπεισμένον ἐπὶ δωρεαῖς μεγάλαις καὶ γάμῳ θυγατρὸς ἀνελεῖν Ἀλέξανδρον. ὁ δὲ τὴν ἐπιστολὴν ἀναγνοὺς καὶ μηδενὶ δείξας τῶν φίλων ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκεν. ὡς δὲ τοῦ καιροῦ παρόντος εἰσῆλθε μετὰ τῶν ἑταίρων ὁ Φίλιππος τὸ φάρμακον ἐν κύλικι κομίζων, ἐκείνῳ μὲν ἐπέδωκε τὴν ἐπιστολήν, αὐτὸς δὲ τὸ φάρμακον ἐδέξατο προθύμως καὶ ἀνυπόπτως, ὥστε θαυμαστὴν καὶ θεατρικὴν τὴν ὄψιν εἶναι, τοῦ μὲν ἀναγινώσκοντος, τοῦ δὲ πίνοντος,3 εἶτα ἅμα πρὸς ἀλλήλους ἀποβλεπόντων οὐχ ὁμοίως, ἀλλὰ τοῦ μὲν Ἀλεξάνδρου φαιδρῷ τῷ προσώπῳ καὶ διακεχυμένῳ τὴν πρὸς τὸν Φίλιππον εὐμένειαν καὶ πίστιν ἀποφαίνοντος, ἐκείνου δὲ πρὸς τὴν διαβολὴν ἐξισταμένου καὶ ποτὲ μὲν θεοκλυτοῦντος καὶ πρὸς τὸν οὐρανὸν ἀνατείνοντος τὰς χεῖρας, ποτὲ δὲ τῇ κλίνῃ περιπίπτοντος καὶ παρακαλοῦντος τὸν Ἀλέξανδρον εὐθυμεῖν καὶ προσέχειν αὐτῷ.

在此期间,帕曼纽从营地送来一封书信,告诫亚历山大当心菲利普,因其已被大流士以重金厚礼和许配爱女为诺所收买,意欲谋害亚历山大。亚历山大读罢信函,未向任何友人出示,便塞入枕下。及至用药之时,菲利普携同僚们入内,手中以杯端着药剂,亚历山大便将信件递交给他,自己则毫无疑惧、欣然接过药剂。于是呈现出一幅令人惊叹且极富戏剧色彩的场面:一人在展读,另一人则在饮药,随后二人同时相视,神色却截然不同:亚历山大面容欣悦开朗,向菲利普流露出善意与信任之情;而菲利普面对谗谤惊骇万状,时而呼告诸神并向苍天伸出双手,时而伏倒在病榻前,恳求亚历山大振作精神并听从他的调治。

§19.5

τὸ γὰρ φάρμακον ἐν ἀρχῇ κρατῆσαν τοῦ σώματος οἷον ἀπέωσε καὶ κατέδυσεν εἰς βάθος τὴν δύναμιν, ὥστε καὶ φωνὴν ἐπιλιπεῖν καὶ τὰ περὶ τὴν αἴσθησιν ἀσαφῆ καὶ μικρὰ κομιδῇ γενέσθαι, λιποθυμίας ἐπιπεσούσης· οὐ μὴν ἀλλὰ ταχέως ἀναληφθεὶς ὑπὸ τοῦ Φιλίππου καὶ ῥαΐσας αὑτὸν ἐπέδειξε τοῖς Μακεδόσιν οὐ γὰρ ἐπαύοντο πρὶν ἰδεῖν τὸν Ἀλέξανδρον ἀθυμοῦντες.

盖因药力初发,制伏了肉体,仿佛将精力驱散并深沉压下,以致语声断绝,由于昏厥突发,感官感知亦极度模糊微弱。然而他经菲利普迅速救治得以复原并好转,随即将自身展现给马其顿将士;因将士们直到亲眼见到亚历山大之前,始终沉浸在沮丧忧虑之中。

语法注3 条
  1. 19.1λουσαμένῳ ἐν τῷ τοῦ Κύδνου ῥεύματι καταπαγέντι

    与格分词 λουσαμένῳ 与 καταπαγέντι 与动词 προσπεσεῖν 的逻辑间接宾语(亚历山大)保持一致。该句结构为“他们说此病在他沐浴受寒之际侵袭了他(λουσαμένῳ ... προσπεσεῖν)”。

  2. 19.2δεινὸν ἡγούμενος εἰ κινδυνεύοντι μὴ συγκινδυνεύσει

    由表示情感的形容词 δεινόν 引出的条件从句 εἰ ... μὴ συγκινδυνεύσει 在间接引语中表示“若不共同承担危险则是极为不义/可怕的”,体现出主观的情感评判(类似于 θαυμάζω εἰ 等接续用法)。

  3. 19.4ὥστε θαυμαστὴν καὶ θεατρικὴν τὴν ὄψιν εἶναι, τοῦ μὲν ἀναγινώσκοντος, τοῦ δὲ πίνοντος

    在由 ὥστε 引导的结果从句(带宾格不定词结构 θαυμαστὴν ... τὴν ὄψιν εἶναι)之后,紧接着使用独立属格结构 τοῦ μὲν ἀναγινώσκοντος, τοῦ δὲ πίνοντος 描绘二人动作,并由其后的成对属格分词结构作进一步的对比展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:19.1-19.5