← 普鲁塔克

亚历山大大帝传

§1.1-1.3

历史与传记的区别及写作主旨

作者在展开亚历山大与恺撒的传记之初向读者致歉并说明:其宗旨不在于撰写巨细靡遗的重大历史,而在于通过细微的言行与心灵表征来刻画人物品格的传记。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

τὸν Ἀλεξάνδρου τοῦ βασιλέως βίον καὶ τοῦ Καίσαρος, ὑφʼ οὗ κατελύθη Πομπήϊος, ἐν τούτῳ τῷ βιβλίῳ γράφοντες, διὰ τὸ πλῆθος τῶν ὑποκειμένων πράξεων οὐδὲν ἄλλο προεροῦμεν ἢ παραιτησόμεθα τοὺς ἀναγινώσκοντας, ἐὰν μὴ πάντα μηδὲ καθʼ ἕκαστον ἐξειργασμένως τι τῶν περιβοήτων ἀπαγγέλλωμεν, ἀλλὰ ἐπιτέμνοντες τὰ πλεῖστα, μὴ συκοφαντεῖν.1

在本书中撰写国王亚历山大以及击败庞培的恺撒的生平时,由于摆在眼前的功业浩繁,我们在卷首除了恳请读者:即便我们既未将那些闻名遐迩之事悉数道来,也未将其逐一详尽叙说,而是节略了大部分,也不要横加指责之外,别无他言。

§1.2

οὔτε γὰρ ἱστορίας γράφομεν, ἀλλὰ βίους, οὔτε ταῖς ἐπιφανεστάταις πράξεσι πάντως ἔνεστι δήλωσις ἀρετῆς ἢ κακίας, ἀλλὰ πρᾶγμα βραχὺ πολλάκις καὶ ῥῆμα καὶ παιδιά τις ἔμφασιν ἤθους ἐποίησε2 μᾶλλον ἢ μάχαι μυριόνεκροι καὶ παρατάξεις αἱ μέγισται καὶ πολιορκίαι πόλεων.

因为我们所撰写的不是历史,而是传记;在最为显赫的功绩之中,也未必总能显露出美德或邪恶,反倒往往是一件微末的小事、一句话或一句戏言,比起横尸万计的鏖战、最大规模的阵势交锋以及对城池的围困,更能展现出一个人的品格。

§1.3

ὥσπερ οὖν οἱ ζῳγράφοι τὰς ὁμοιότητας ἀπὸ τοῦ προσώπου καὶ τῶν περὶ τὴν ὄψιν εἰδῶν, οἷς ἐμφαίνεται τὸ ἦθος, ἀναλαμβάνουσιν, ἐλάχιστα τῶν λοιπῶν μερῶν φροντίζοντες, οὕτως ἡμῖν δοτέον εἰς τὰ τῆς ψυχῆς σημεῖα μᾶλλον ἐνδύεσθαι καὶ διὰ τούτων εἰδοποιεῖν τὸν ἑκάστου βίον, ἐάσαντας ἑτέροις τὰ μεγέθη καὶ τοὺς ἀγῶνας.3

因此,正如画家从展现品格的面容和五官神情中捕捉肖像的形似,而极少顾及其他部位一样,我们也应当被允许更深入地探究心灵的征兆,并通过这些征兆来勾勒出每个人的一生,而将那些宏大的事件与激烈的争战留给他人。

语法注3 条
  1. 1.1οὐδὲν ἄλλο προεροῦμεν ἢ παραιτησόμεθα τοὺς ἀναγινώσκοντας, ... μὴ συκοφαντεῖν

    此处采用 οὐδὲν ἄλλο ... ἤ(除……外无所……)的惯用句式,后接动词 παραιτησόμεθα,其后由宾语 τοὺς ἀναγινώσκοντας(读者)与表请求内容的否定不定式 μὴ συκοφαντεῖν(不要挑剔/指责)构成,整体意为“除了恳请读者……不要指责之外,我们无所陈言”。

  2. 1.2ἐποίησε

    此处的不定过去时 ἐποίησε 并非指代过去某一特定事件,而是表示普遍真理或经验常理的格言不定过去时(gnomic aorist),在语义上等同于现在时,意为“(往往能)展现出”。

  3. 1.3ἡμῖν δοτέον εἰς τὰ τῆς ψυχῆς σημεῖα μᾶλλον ἐνδύεσθαι καὶ διὰ τούτων εἰδοποιεῖν τὸν ἑκάστου βίον, ἐάσαντας ἑτέροις τὰ μεγέθη καὶ τοὺς ἀγῶνας

    无人称动形容词 δοτέον(省去 ἐστί,意为“理应允许”)带间接宾语与格 ἡμῖν,但句末的修饰分词 ἐάσαντας 却采用了宾格而非预期的与格(ἐάσασιν)。这是因为该分词在语法上与不定式(ἐνδύεσθαι 和 εἰδοποιεῖν)所隐含的逻辑主语(宾格)保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:1.1-1.3