← 普鲁塔克

亚历山大大帝传

§18.1-18.5

戈耳狄翁绳结与大流士出阵

亚历山大在戈耳狄翁解开著名的绳结并平定小亚细亚内陆,在强敌门农死后加速进军;与此同时,大流士统领大军并借助术士曲意奉承的梦兆出阵迎击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

μετὰ ταῦτα Πισιδῶν τε τοὺς ἀντιστάντας ᾕρει καί Φρυγίαν ἐχειροῦτο καί Γόρδιον πόλιν, ἑστίαν Μίδου τοῦ παλαιοῦ γενέσθαι λεγομένην, παραλαβών, τὴν θρυλουμένην ἅμαξαν εἶδε φλοιῷ κρανείας ἐνδεδεμένην, καί λόγον ἐπʼ αὐτῇ πιστευόμενον ὑπὸ τῶν βαρβάρων ἤκουσεν, ὡς τῷ λύσαντι τὸν δεσμὸν εἵμαρται βασιλεῖ γενέσθαι τῆς οἰκουμένης.

此后,他征服了反抗的皮西迪亚人,平定了弗律癸亚,并接管了据称是古代迈达斯故都的戈耳狄翁城。在那里,他见到了那辆用山茱萸树皮紧紧缚住的著名大车,并听到了在蛮族中流传深信的说法:凡解开这绳结之人,命中注定要成为普世之王。

§18.2

οἱ μὲν οὖν πολλοί φασι, τῶν δεσμῶν τυφλὰς ἐχόντων τὰς ἀρχὰς καί διʼ ἀλλήλων πολλάκις σκολιοῖς ἑλιγμοῖς ὑποφερομένων, τὸν Ἀλέξανδρον ἀμηχανοῦντα λῦσαι διατεμεῖν τῇ μαχαίρᾳ τὸ σύναμμα, καί πολλὰς ἐξ αὐτοῦ κοπέντος ἀρχὰς φανῆναι. Ἀριστόβουλος δὲ καί πάνυ λέγει ῥᾳδίαν αὐτῷ τὴν λύσιν γενέσθαι, ἐξελόντι τοῦ ῥυμοῦ τὸν ἕστορα καλούμενον, ᾧ συνείχετο τὸ ζυγόδεσμον, εἶθʼ οὕτως ὑφελκύσαντι1 τὸν ζυγόν.

大多数人于是说,由于绳结的开端隐蔽不显,且在错综复杂的盘曲中反复交穿潜行,亚历山大对如何解开一筹莫展之际便用剑斩断了绳结,待其被割断后露出了许多断头。然而阿里斯托布鲁斯却说解开此结对他而言十分容易:他拔出了车辕上所谓的栓塞——系轭绳正是由此固定——然后就这样抽下了车轭。

§18.3

ἐντεῦθεν Παφλαγόνας τε καί Καππαδόκας προσαγαγόμενος, καὶ τὴν Μέμνονος ἀκούσας τελευτήν, ὃς τῶν ἐπὶ θαλάττῃ Δαρείου στρατηγῶν ἐπίδοξος ἦν Ἀλεξάνδρῳ πολλὰ πράγματα καί μυρίας ἀντιλήψεις καί ἀσχολίας παρέξειν,2 ἐπερρώσθη πρὸς τὴν ἄνω στρατείαν μᾶλλον.

从那里出发,他又降服了帕弗拉戈尼亚人与卡帕多西亚人;听闻门农的死讯后,他向内陆进军的斗志更加昂扬,因为在大流士的沿海诸将帅中,本料定门农会给亚历山大带来诸多麻烦以及无数的阻击与牵制。

§18.4

ἤδη δὲ καί Δαρεῖος ἐκ Σούσων κατέβαινεν, ἐπαιρόμενός τε τῷ πλήθει τῆς δυνάμεως ἑξήκοντα γὰρ ἦγε μυριάδας στρατοῦ, καί τινος ὀνείρου θαρρύνοντος αὐτόν, ὃν οἱ μάγοι πρὸς χάριν ἐξηγοῦντο μᾶλλον ἢ κατὰ τὸ εἰκός, ἔδοξε γὰρ πυρὶ νέμεσθαι πολλῷ τὴν Μακεδόνων φάλαγγα, τὸν δὲ Ἀλέξανδρον ἔχοντα στολήν ἣν αὐτὸς ἐφόρει πρότερον ἀστάνδης ὢν βασιλέως, ὑπηρετεῖν αὐτῷ· παρελθόντα δὲ εἰς τὸ τοῦ Βήλου τέμενος ἀφανῆ γενέσθαι.3

此时大流士也已自苏萨拔营西下,一方面因兵力众多而意气风发——因他统帅着六十万大军——另一方面也受一梦境的鼓舞,而术士们解梦旨在阿谀奉迎多于依情理推断。原来大流士梦见马其顿方阵被熊熊大火吞噬,而亚历山大身穿大流士早先任先王传令差役时所着的服饰伺候着他,随后步入伯鲁斯神殿的禁地中隐没不见。

§18.5

διὰ τούτων, ὡς ἔοικεν, ὑπεδηλοῦτο παρὰ τοῦ θεοῦ λαμπρὰ μὲν γενήσεσθαι καί περιφανῆ τὰ τῶν Μακεδόνων, Ἀλέξανδρον δὲ τῆς μὲν Ἀσίας κρατήσειν, ὥσπερ ἐκράτησε Δαρεῖος ἐξ ἀστάνδου βασιλεὺς γενόμενος, ταχὺ δὲ σὺν δόξῃ τὸν βίον ἀπολείψειν.

据看来,神明借此暗中昭示的实则是:马其顿人的运势必将辉煌显赫,亚历山大固然会如大流士当年由差役成为国王后统治亚洲一样统治亚洲,但亦将在荣耀中迅速辞世。

语法注3 条
  1. 18.2ἐξελόντι ... ὑφελκύσαντι

    与前面的与格代词 αὐτῷ 一致的与格分词,表示方式、手段或时间(“由于/当他拔出了……并抽下了……”)。不定式 γενέσθαι 的主语是宾格 τὴν λύσιν,而亚历山大以与形容词 ῥᾳδίαν 搭配的与格代词 αὐτῷ 表示,故附随的分词与之呼应亦采用与格。

  2. 18.3ἐπίδοξος ἦν ... παρέξειν

    形容词 ἐπίδοξος 搭配将来时不定式 παρέξειν 的句式,构成意为“有望/预计将会造成……”的惯用表达。关系代词 ὃς 在关系从句中作主语,其先行词为属格的 Μέμνονος。

  3. 18.4ἔδοξε γὰρ πυρὶ νέμεσθαι πολλῷ τὴν Μακεδόνων φάλαγγα, τὸν δὲ Ἀλέξανδρον ἔχοντα στολήν ἣν αὐτὸς ἐφόρει πρότερον ἀστάνδης ὢν βασιλέως, ὑπηρετεῖν αὐτῷ· παρελθόντα δὲ εἰς τὸ τοῦ Βήλου τέμενος ἀφανῆ γενέσθαι.

    由非人称动词 ἔδοξε(意为“在梦中显现为/梦见”)统摄的三个并列“宾格加不定式”结构:(1) τὴν ... φάλαγγα / νέμεσθαι,(2) τὸν δὲ Ἀλέξανδρον ... / ὑπηρετεῖν,以及 (3) [承前省略的 Ἀλέξανδρον] παρελθόντα ... / ἀφανῆ γενέσθαι。分词 παρελθόντα 为阳性单数宾格,与作不定式 γενέσθαι 逻辑主语的亚历山大相一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:18.1-18.5