← 普鲁塔克

亚历山大大帝传

§17.1-17.5

平定小亚细亚沿海与潘菲利亚行军

格拉尼库斯河战役获胜后各城归降,亚历山大平定沿海并在神谕鼓舞下继续进军,期间经历了相传海水分开的潘菲利亚行军,并在法塞利斯向塞奥德克特斯的雕像致敬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

οὗτος ὁ ἀγὼν μεγάλην εὐθὺς ἐποίησε τῶν πραγμάτων μεταβολὴν πρὸς Ἀλέξανδρον, ὥστε καὶ Σάρδεις, τὸ πρόσχημα τῆς ἐπὶ θαλάσσῃ τῶν βαρβάρων ἡγεμονίας, παραλαβεῖν καὶ τἆλλα προστίθεσθαι. μόνη δὲ Ἁλικαρνασσὸς ἀντέστη καὶ Μίλητος, ἃς ἑλὼν κατὰ κράτος καὶ τὰ περὶ αὐτὰς πάντα χειρωσάμενος ἀμφίβολος ἦν πρὸς τὰ λοιπὰ τῇ γνώμῃ.

这场战役立刻使局势朝着有利于亚历山大的方向发生了重大转变,以至于他接收了萨第斯——蛮族在海滨统治的表征——而其余各地也纷纷归顺。唯有哈利卡尔那索斯与米利都奋起抵抗;在强攻攻克这两座城池并平定其周围全部地域之后,他对于接下来的去向在决意上犹豫不决。

§17.2

καὶ πολλάκις μὲν ἔσπευδε Δαρείῳ συμπεσὼν ἀποκινδυνεῦσαι περὶ τῶν ὅλων, πολλάκις δὲ τοῖς ἐπὶ θαλάσσῃ πράγμασι καὶ χρήμασι διενοεῖτο πρῶτον οἷον ἐνασκήσας καὶ ῥώσας αὑτόν οὕτως ἀναβαίνειν ἐπʼ ἐκεῖνον. ἔστι δὲ τῆς Λυκίας κρήνη περὶ τὴν Ξανθίων πόλιν, ἧς τότε λέγουσιν αὐτομάτως περιτραπείσης καὶ ὑπερβαλούσης ἐκ βυθοῦ δέλτον ἐκπεσεῖν1 χαλκῆν τύπους ἔχουσαν ἀρχαίων γραμμάτων, ἐν οἷς ἐδηλοῦτο παύσεσθαι τὴν Περσῶν ἀρχὴν ὑπὸ Ἑλλήνων καταλυθεῖσαν.

他多次渴望径直迎击大流士,以决战定全盘大局;但也多次打算先凭借海滨的事物与资财仿佛使自己得到磨砺与壮大,然后再以此进军讨伐他。在吕基亚的珊图斯人城邑附近有一处泉水,据说当时泉水自行翻涌溢出,从深处泛出了一块刻有古文字印迹的青铜板,其上宣称波斯人的统治将在被希腊人推翻后走向终结。

§17.3

τούτοις ἐπαρθείς ἠπείγετο τὴν παραλίαν ἀνακαθήρασθαι μέχρι τῆς Φοινίκης καὶ Κιλικίας, ἡ δὲ τῆς Παμφυλίας παραδρομὴ πολλοῖς γέγονε τῶν ἱστορικῶν ὑπόθεσις γραφικὴ πρὸς ἔκπληξιν καὶ ὄγκον, ὡς θείᾳ τινὶ τύχῃ παραχωρήσασαν Ἀλεξάνδρῳ τὴν θάλασσαν,2 ἄλλως ἀεὶ τραχεῖαν ἐκ πελάγους προσφερομένην, σπανίως δέ ποτε λεπτοὺς καὶ προσεχεῖς ὑπὸ τὰ κρημνώδη καὶ παρερρωγότα τῆς ὀρεινῆς πάγους διακαλύπτουσαν.

受此鼓舞,他急于肃清直至腓尼基与基利家的沿海地带;而穿越潘菲利亚的沿海进军,成了许多历史学家借以极力渲染惊异与恢宏的描写题材,仿佛凭着某种神运,大海竟为亚历山大让出了道路,而平时这片海域总是狂暴地自外海涌来,极少会在险峻断裂的山岩峭壁之下露出狭窄而连贯的岩礁。

§17.4

δηλοῖ δὲ καὶ Μένανδρος ἐν κωμῳδίᾳ παίζων πρὸς τὸ παράδοξον "ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα, αὐτόματος οὗτος παρέσται· κἂν διελθεῖν δηλαδή διὰ θαλάσσης δέῃ τόπον τινʼ, οὗτος ἔσται μοι βατός." αὐτὸς δὲ Ἀλέξανδρος ἐν ταῖς ἐπιστολαῖς οὐδὲν τοιοῦτον τερατευσάμενος ὁδοποιῆσαί φησι τὴν λεγομένην Κλίμακα καὶ διελθεῖν ὁρμήσας ἐκ Φασηλίδος.

米南德也在一部喜剧中戏谑这一奇事道: “这可真是颇有亚历山大的风范了!若我寻找某人, 他便会自行现身;倘若果真需要 渡海穿行某处,那地方也必将为我畅通可踏。” 然而亚历山大本人在书信中并未夸饰任何此类神迹,只说自己开通了所谓的“克利马克斯阶梯”通道,并自法塞利斯出发穿行而过。

§17.5

διὸ καὶ πλείονας ἡμέρας ἐν τῇ πόλει διέτριψεν ἐν αἷς καὶ Θεοδέκτου τεθνηκότος ἦν δὲ Φασηλίτης ἰδὼν εἰκόνα3 ἀνακειμένην ἐν ἀγορᾷ, μετὰ δεῖπνον ἐπεκώμασε μεθύων καὶ τῶν στεφάνων ἐπέρριψε πολλούς, οὐκ ἄχαριν ἐν παιδιᾷ ἀποδιδοὺς τιμὴν τῇ γενομένῃ διʼ Ἀριστοτέλην καὶ φιλοσοφίαν ὁμιλίᾳ πρὸς τὸν ἄνδρα.

因此他还在该城逗留了数日,期间因见到已故的法塞利斯人塞奥德克特斯的雕像伫立在广场上,晚宴后他醉醺醺地列队狂欢至雕像前,将许多花环掷于其上,以戏谑的方式,为因亚里斯多德与哲学而与此人结下的深厚交往献上了不失雅致的敬意。

语法注3 条
  1. 17.2ἧς τότε λέγουσιν αὐτομάτως περιτραπείσης καὶ ὑπερβαλούσης ἐκ βυθοῦ δέλτον ἐκπεσεῖν

    关系代词 ἧς 指代先行词 κρήνη,并与分词 περιτραπείσης 及 ὑπερβαλούσης 构成属格独立结构。该独立结构整个被嵌套在由主动词 λέγουσιν 所引导的宾格不定式从句(δέλτον ἐκπεσεῖν)之中。

  2. 17.3ὡς θείᾳ τινὶ τύχῃ παραχωρήσασαν Ἀλεξάνδρῳ τὴν θάλασσαν

    连词 ὡς 后接宾格分词 παραχωρήσασαν 及其逻辑主语 τὴν θάλασσαν,构成宾格绝对结构,用以表示历史学家们所声称的主观缘由或断言,亦可视为对前文名词 ὑπόθεσις 所包含的陈述内容的具体展开。

  3. 17.5Θεοδέκτου τεθνηκότος ἦν δὲ Φασηλίτης ἰδὼν εἰκόνα

    属格短语 Θεοδέκτου τεθνηκότος 越过插入句 ἦν δὲ Φασηλίτης 修饰其后的名词 εἰκόνα,并非独立的属格绝对结构,而是充当所有或对象属格,意为“已故塞奥德克特斯的雕像”,此处体现了明显的倒装与离隔结构(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:17.1-17.5