← 普鲁塔克

亚历山大大帝传

§16.1-16.8

格拉尼库斯河战役与击溃波斯军

面对在格拉尼库斯河对岸布防的波斯大军,亚历山大排除月份禁忌与部下的劝阻强行渡河,历经激烈近战险胜敌军,并将战利品分送给母亲和各希腊城邦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἐν δὲ τούτῳ τῶν Δαρείου στρατηγῶν μεγάλην δύναμιν ἡθροικότων καὶ παρατεταγμένων ἐπὶ τῇ διαβάσει τοῦ Γρανικοῦ, μάχεσθαι μὲν ἴσως ἀναγκαῖον ἦν, ὥσπερ ἐν πύλαις τῆς Ἀσίας, περὶ τῆς εἰσόδου καὶ ἀρχῆς· τοῦ δὲ ποταμοῦ τὸ βάθος καὶ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν πέραν ὄχθων, πρός οὓς ἔδει γίνεσθαι τὴν ἀπόβασιν μετὰ μάχης, τῶν πλείστων δεδιότων,1 ἐνίων δὲ καὶ τὸ περὶ τόν μῆνα νενομισμένον οἰομένων δεῖν φυλάξασθαι (Δαισίου γὰρ οὐκ εἱώθεισαν οἱ βασιλεῖς τῶν Μακεδόνων ἐξάγειν τὴν στρατιάν), τοῦτο μὲν ἐπηνωρθώσατο κελεύσας δεύτερον Ἀρτεμίσιον ἄγειν, τοῦ δὲ Παρμενίωνος, ὡς ὀψὲ τῆς ὥρας οὔσης, οὐκ ἐῶντος ἀποκινδυνεύειν, εἰπὼν αἰσχύνεσθαι τόν Ἑλλήσποντον εἰ φοβήσεται τόν Γρανικὸν διαβεβηκὼς ἐκεῖνον,2 ἐμβάλλει τῷ ῥεύματι σὺν ἴλαις ἱππέων τρισκαίδεκα.

在此期间,大流士的将领们集结了大军,在格拉尼库斯河的渡口列阵。因此,在这宛如亚洲的门户之处,为了争夺进路与统治权,交战或许已成必然。然而,大多数人畏惧河水的深度以及对岸河岸的高低不平与险峻——登岸必须顶着战斗在对岸进行——,有些人还认为应当恪守关于月份的习俗(因为马其顿诸王向来不在戴修斯月出兵)。对于这一点,他下令将该月作为第二个阿耳忒弥修斯月来度过,从而纠正了这一禁忌;而当帕尔梅尼奥以天色已晚为由劝阻他冒险出击时,他声称自己既然渡过了赫勒斯滂海峡,若再畏惧格拉尼库斯河,便有愧于赫勒斯滂,于是率领十三支骑兵连径直冲入急流之中。

§16.3

καὶ πρός ἐναντία βέλη καὶ τόπους ἀπορρῶγας ὅπλοις καταπεφραγμένους καὶ ἵπποις ἐλαύνων, καὶ διὰ ῥεύματος παραφέροντος καὶ περικλύζοντος, ἔδοξε μανικῶς καὶ πρός ἀπόνοιαν μᾶλλον ἢ γνώμῃ στρατηγεῖν. οὐ μὴν ἀλλʼ ἐμφὺς τῇ διαβάσει καὶ κρατήσας τῶν τόπων χαλεπῶς καὶ μόλις, ὑγρῶν καὶ περισφαλῶν γενομένων διὰ τόν πηλόν, εὐθὺς ἠναγκάζετο φύρδην μάχεσθαι καὶ κατʼ ἄνδρα συμπλέκεσθαι τοῖς ἐπιφερομένοις, πρὶν εἰς τάξιν τινὰ καταστῆναι τοὺς διαβαίνοντας.

他迎着扑面而来的飞矢和披挂武装、骑兵防守的险峻高岸策马向前,穿越将他冲荡席卷的湍流,显得其指挥作战狂乱决绝,有失审慎。然而,他坚持渡河,历经艰难险阻方才控制住由于泥泞而湿滑易失足的高岸,随即被迫陷入混战,与直扑而来的敌军短兵相接,甚至未及让正在渡河的士兵排成任何队形。

§16.4

ἐνέκειντο γὰρ κραυγῇ, καὶ τοὺς ἵππους παραβάλλοντες τοῖς ἵπποις ἐχρῶντο δόρασι, καὶ ξίφεσι τῶν δοράτων συντριβέντων. ὠσαμένων δὲ πολλῶν ἐπʼ αὐτὸν ἦν δὲ τῇ πέλτῃ καὶ τοῦ κράνους τῇ χαίτῃ διαπρεπής, ἧς ἑκατέρωθεν εἱστήκει πτερὸν λευκότητι καὶ μεγέθει θαυμαστόν, ἀκοντισθεὶς μὲν ὑπὸ τὴν ὑποπτυχίδα τοῦ θώρακος οὐκ ἐτρώθη, Ῥοισάκου δὲ καὶ Σπιθριδάτου τῶν στρατηγῶν προσφερομένων ἅμα, τόν μὲν ἐκκλίνας, Ῥοισάκῃ δὲ προεμβαλὼν τεθωρακισμένῳ καὶ τὸ δόρυ κατακλάσας ἐπὶ τὸ ἐγχειρίδιον ὥρμησε.

因为敌军高声呐喊着冲杀过来,战马与战马相撞,双方用长矛厮杀,长矛折断后便拔剑相搏。许多人向他猛扑过来——他那面轻盾和头盔上的饰翎格外显眼,饰翎两侧各插有一根洁白硕大、令人惊叹的羽毛——,他虽被标枪击中了胸甲的垂片下方,却未受伤。当敌将罗伊萨凯斯与斯庇特里达特斯同时向他逼近时,他闪开了其中一人,率先冲向身披重甲的罗伊萨凯斯,手中长矛刺碎之后,便拔出短剑冲了上去。

§16.5

συμπεπτωκότων δὲ αὐτῶν ὁ Σπιθριδάτης ὑποστήσας ἐκ πλαγίων τόν ἵππον καὶ μετὰ σπουδῆς συνεξαναστάς κοπίδι βαρβαρικῇ κατήνεγκε· καὶ τόν μὲν λόφον ἀπέρραξε μετὰ θατέρου πτεροῦ, τὸ δὲ κράνος πρὸς τὴν πληγὴν ἀκριβῶς καὶ μόλις ἀντέσχεν, ὥστε τῶν πρώτων ψαῦσαι τριχῶν τὴν πτέρυγα τῆς κοπίδος, ἑτέραν δὲ τόν Σπιθριδάτην πάλιν ἐπαιρόμενον ἔφθασε Κλεῖτος ὁ μέλας τῷ ξυστῷ διελάσας μέσον, ὁμοῦ δὲ καὶ Ῥοισάκης ἔπεσεν ὑπὸ Ἀλεξάνδρου ξίφει πληγείς.

正当他们扭打在一起时,斯庇特里达特斯从侧翼策马逼近,猛然挺起身子,挥起一把蛮族马刀砍了下来。这一刀削掉了头盔的顶冠与其中一根羽毛,头盔险险抵挡住了这一击,使得马刀的刃口擦到了头顶的一缕头发。当斯庇特里达特斯再度举刀欲砍第二记时,黑克雷图斯抢先一步用长枪刺穿了他的胸腹,与此同时,罗伊萨凯斯也被亚历山大用剑击杀倒地。

§16.6

ἐν τούτῳ δὲ κινδύνου καὶ ἀγῶνος οὔσης τῆς ἱππομαχίας3 ἥ τε φάλαγξ διέβαινε τῶν Μακεδόνων καὶ συνῆγον αἱ πεζαὶ δυνάμεις, οὐ μὴν ὑπέστησαν εὐρώστως οὐδὲ πολὺν χρόνον, ἀλλʼ ἔφυγον τραπόμενοι, πλὴν τῶν μισθοφόρων Ἑλλήνων, οὗτοι δὲ πρός τινι λόφῳ συστάντες ᾔτουν τὰ πιστὰ τόν Ἀλέξανδρον.

正当骑兵战处于如此危殆焦灼的状态时,马其顿方阵渡过了河,步兵部队也交接相抗;敌军并没有坚决抵挡,也未能支撑多久,便溃败逃散,唯有希腊雇佣兵例外。这批人在一座小丘上结集,向亚历山大请求安全誓约。

§16.7

ὁ δὲ θυμῷ μᾶλλον ἢ λογισμῷ πρῶτος ἐμβαλὼν τόν τε ἵππον ἀποβάλλει ξίφει πληγέντα διὰ τῶν πλευρῶν ἦν δὲ ἕτερος, οὐχ ὁ Βουκεφάλας, καὶ τοὺς πλείστους τῶν ἀποθανόντων καὶ τραυματισθέντων ἐκεῖ συνέβη κινδυνεῦσαι καὶ πεσεῖν,4 πρός ἀνθρώπους ἀπεγνωκότας καὶ μαχίμους συμπλεκομένους. λέγονται δὲ πεζοὶ μὲν δισμύριοι τῶν βαρβάρων, ἱππεῖς δὲ δισχίλιοι πεντακόσιοι πεσεῖν. τῶν δὲ περὶ τόν Ἀλέξανδρον Ἀριστόβουλός φησι τέσσαρας καὶ τριάκοντα νεκροὺς γενέσθαι τοὺς πάντας, ὧν ἐννέα πεζοὺς εἶναι.

但他凭着一时意气而非理性,率先向他们发起了冲锋,结果自己的坐骑肋部被剑刺中而丧命——那是另一匹马,并非布克法拉斯——;那些伤亡的人中,大多数人都是在这里与陷入绝境且善战的敌人肉搏时遭遇危险并阵亡的。据说蛮族方面步兵阵亡两万,骑兵阵亡两千五百。而在亚历山大一方,阿里斯托布鲁斯说总共只有三十四具遗体,其中九人是步兵。

§16.8

τούτων μὲν οὖν ἐκέλευσεν εἰκόνας ἀνασταθῆναι χαλκᾶς, ἃς Λύσιππος εἰργάσατο. κοινούμενος δὲ τὴν νίκην τοῖς Ἕλλησιν ἰδίᾳ μὲν τοῖς Ἀθηναίοις ἔπεμψε τῶν αἰχμαλώτων τριακοσίας ἀσπίδας, κοινῇ δὲ τοῖς ἄλλοις λαφύροις ἐκέλευσεν ἐπιγράψαι φιλοτιμοτάτην ἐπιγραφήν Ἀλέξανδρος ὁ Φιλίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν κατοικούντων ἐκπώματα δὲ καὶ πορφύρας, καὶ ὅσα τοιαῦτα τῶν Περσικῶν ἔλαβε, πάντα τῇ μητρὶ πλὴν ὀλίγων ἔπεμψεν.

因此,他下令为这些人树立青铜雕像,这些雕像由吕西波斯制作。为了与全希腊人共享胜利的荣耀,他单独送给雅典人三百面缴获的盾牌,并在其余的战利品上命人刻上了一道极具雄心的共同铭文: “腓力之子亚历山大与除拉刻代蒙人以外的希腊人,从居住在亚洲的蛮族手中所获。” 至于酒杯、紫袍以及他缴获的所有这类波斯珍玩,除少数外,他全部送给了母亲。

语法注4 条
  1. 16.1τοῦ δὲ ποταμοῦ τὸ βάθος καὶ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν πέραν ὄχθων, πρός οὓς ἔδει γίνεσθαι τὴν ἀπόβασιν μετὰ μάχης, τῶν πλείστων δεδιότων

    独立属格结构(genitive absolute)。在引出主句亚历山大行动的长句前置部分中,主语及分词 τῶν πλείστων δεδιότων(大多数人感到畏惧)与其受词(河深、对岸的坎坷与险峻)发生了倒装与离隔。关系代词从句 πρός οὓς... 修饰 ὄχθων(河岸)。

  2. 16.2εἰπὼν αἰσχύνεσθαι τόν Ἑλλήσποντον εἰ φοβήσεται τόν Γρανικὸν διαβεβηκὼς ἐκεῖνον

    包含拟人手法的间接引语。τόν Ἑλλήσποντον 为不定式 αἰσχύνεσθαι 的宾格主语,下接条件从句(εἰ + 将来直陈式 φοβήσεται):“[他说] 如果渡过了赫勒斯滂的人竟会畏惧格拉尼库斯河,赫勒斯滂也会感到羞愧”。

  3. 16.6ἐν τούτῳ δὲ κινδύνου καὶ ἀγῶνος οὔσης τῆς ἱππομαχίας

    独立属格结构。κινδύνου καὶ ἀγῶνος 为从属于 ἐν τούτῳ 的部分属格(意为“处于这一程度的危险与苦战之中”),整个短语作分词 οὔσης 的表语,意为“在骑兵交战处于如此危险与苦战之中时”。

  4. 16.7καὶ τοὺς πλείστους τῶν ἀποθανόντων καὶ τραυματισθέντων ἐκεῖ συνέβη κινδυνεῦσαι καὶ πεσεῖν

    非人称动词 συνέβη 搭配宾格加不定式结构(τοὺς πλείστους... κινδυνεῦσαι καὶ πεσεῖν),其中 τῶν ἀποθανόντων καὶ τραυματισθέντων 为部分属格的实质化分词,全句意为“死伤者中的大多数人在那里遭遇了危险并倒下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:16.1-16.8