- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了出征军力及极其匮乏的军费规模,随后叙述亚历山大在渡海前将王室财产分给众部将而仅保留希望,并在抵达特洛伊后祭奠致敬阿喀琉斯之墓。
τῆς δὲ στρατιᾶς τὸ πλῆθος οἱ μὲν ἐλάχιστον λέγοντες τρισμυρίους πεζοὺς καὶ τετρακισχιλίους ἱππεῖς, οἱ δὲ πλεῖστον πεζοὺς μὲν τετρακισμυρίους καὶ τρισχιλίους, ἱππέας δὲ πεντακισχιλίους ἀναγράφουσιν. ἐφόδιον δὲ τούτοις οὐ πλέον ἑβδομήκοντα ταλάντων ἔχειν αὐτόν Ἀριστόβουλος ἱστορεῖ, Δοῦρις δὲ τριάκοντα μόνον ἡμερῶν διατροφήν, Ὀνησίκριτος δὲ καὶ διακόσια τάλαντα προσοφείλειν.
关于军队的人数,作最低估计者记为步兵三万、骑兵四千,而作最高估计者则记为步兵四万三千、骑兵五千。阿里斯托布鲁斯记载,供他们用的行军经费亚历山大手头不超过七十塔兰同;杜里斯则说仅够维持三十天的粮饷;奥内西克里托斯甚至说他还额外欠了二百塔兰同。
ἀλλὰ καίπερ ἀπὸ μικρῶν καὶ στενῶν οὕτως ὁρμώμενος, οὐ πρότερον ἐπέβη τῆς νεώς ἢ τὰ τῶν ἑταίρων πράγματα σκεψάμενος ἀπονεῖμαι1 τῷ μὲν ἀγρόν, τῷ δὲ κώμην, τῷ δὲ συνοικίας πρόσοδον ἢ λιμένος. ἤδη δὲ κατανηλωμένων καὶ διαγεγραμμένων σχεδὸν ἁπάντων τῶν βασιλικῶν ὁ Περδίκκας σεαυτῷ δέ, εἶπεν, ὦ βασιλεῦ, τί καταλείπεις; τοῦ δὲ φήσαντος ὅτι τὰς ἐλπίδας,2 οὐκοῦν, ἔφη, καὶ ἡμεῖς τούτων κοινωνήσομεν οἱ μετὰ σοῦ στρατευόμενοι.
然而,尽管从如此微薄拮据的条件出发,他在尚未查明同伴们的家境并给这人分予田产、给那人分予村落、给另一人分予公寓或港口的收益之前,绝不登船启航。当王室财产几乎全部耗尽分定之时,佩尔狄卡斯说道: “王啊,那您给自己留下了什么呢?” 当他回答说留下了“希望”,“那么,”佩尔狄卡斯说,“我们这些与您同行出征的人,也要一同分享这希望。”
παραιτησαμένου δὲ τοῦ Περδίκκου τὴν διαγεγραμμένην κτῆσιν αὐτῷ,3 καὶ τῶν ἄλλων φίλων ἔνιοι τὸ αὐτὸ ἐποίησαν, τοῖς δὲ λαμβάνουσι καὶ δεομένοις προθύμως ἐχαρίζετο, καὶ τὰ πλεῖστα τῶν ἐν Μακεδονίᾳ διανέμων οὕτως κατηνάλωσε. τοιαύτῃ μὲν ὁρμῇ καὶ παρασκευῇ διανοίας τὸν Ἑλλήσποντον διεπέρασεν.
佩尔狄卡斯推辞了分配给他的产业,其他朋友中也有若干人照做了;但对于那些接受和请求的人,亚历山大都欣然赏赐,就这样通过分赠耗尽了他在马其顿的大部分财产。他怀着这样的意气与精神准备渡过了赫勒斯滂。
ἀναβὰς δὲ εἰς Ἴλιον ἔθυσε τῇ Ἀθηνᾷ καὶ τοῖς ἥρωσιν ἔσπεισε. τὴν δὲ Ἀχιλλέως στήλην ἀλειψάμενος λίπα καὶ μετὰ τῶν ἑταίρων συναναδραμὼν γυμνὸς, ὥσπερ ἔθος ἐστίν, ἐστεφάνωσε, μακαρίσας αὐτόν ὅτι καὶ ζῶν φίλου πιστοῦ καὶ δὲ τελευτήσας μεγάλου κήρυκος ἔτυχεν.
他登上伊利昂,向雅典娜献祭,并向诸位英雄奠酒。他用油涂抹了阿喀琉斯的墓石,并依照习俗与同伴们一同赤身奔跑而上,为墓石戴上花冠;他赞叹阿喀琉斯是无比幸运的,因为他生前得遇忠诚的朋友,死后又得遇伟大的宣扬者。
ἐν δὲ τῷ περιϊέναι καὶ θεᾶσθαι τὰ κατὰ τὴν πόλιν ἐρομένου τινὸς αὐτόν εἰ βούλεται τὴν Ἀλεξάνδρου λύραν ἰδεῖν, ἐλάχιστα φροντίζειν ἐκείνης ἔφη, τὴν δὲ Ἀχιλλέως ζητεῖν, ᾗ τὰ κλέα καὶ τὰς πράξεις ὕμνει τῶν ἀγαθῶν ἀνδρῶν ἐκεῖνος.4
在巡视瞻仰城内各处时,有人问他是否想看看亚历山大(帕里斯)的竖琴,他回答说自己丝毫不放在心上,而是想寻找阿喀琉斯的那把竖琴,那位英雄曾用它来歌颂勇士们的荣耀与功业。
- 15.2οὐ πρότερον ἐπέβη τῆς νεώς ἢ τὰ τῶν ἑταίρων πράγματα σκεψάμενος ἀπονεῖμαι
结构 οὐ πρότερον ... ἢ 后接不定式 ἀπονεῖμαι(其作用与 πρίν 搭配不定式相同),意为“直到……才登船”。分词 σκεψάμενος 与不定式的逻辑主语(即主句主语亚历山大)保持一致。
- 15.2τοῦ δὲ φήσαντος ὅτι τὰς ἐλπίδας
属格绝对结构。在 φήσαντος ὅτι 之后仅接名词短语 τὰς ἐλπίδας,承接前文佩尔狄卡斯的问句 τί καταλείπεις; 省略了动词 καταλείπω(意为“留下了希望”)。
- 15.3παραιτησαμένου δὲ τοῦ Περδίκκου τὴν διαγεγραμμένην κτῆσιν αὐτῷ
属格绝对结构。完成时被动分词 διαγεγραμμένην 在此意为“(作为财产在名册上)分配的、划归的”,与格 αὐτῷ 为利益/归属与格,表示“划归给他的”。
- 15.5ᾗ τὰ κλέα καὶ τὰς πράξεις ὕμνει τῶν ἀγαθῶν ἀνδρῶν ἐκεῖνος
关系代词 ᾗ 是工具与格,指代先行词 τὴν δὲ Ἀχιλλέως (λύραν)(“借由那把竖琴”)。句末的指示代词 ἐκεῖνος 强调主语(阿喀琉斯),鲜明地突出了他与帕里斯(亚历山大)的对比。
