- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:14.1-14.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大在地峡被推举为对波斯远征的统帅,并在科林斯会见哲学家第欧根尼而深感钦佩。随后他在德尔斐强获吉兆神谕并整装出征,预言家阿里斯坦德罗斯则将俄耳甫斯木雕像流汗解说为成就伟业的吉兆。
εἰς δὲ τὸν Ἰσθμὸν τῶν Ἑλλήνων συλλεγέντων καὶ ψηφισαμένων ἐπὶ Πέρσας μετʼ Ἀλεξάνδρου στρατεύειν ἡγεμὼν ἀνηγορεύθη. πολλῶν δὲ καὶ πολιτικῶν ἀνδρῶν καὶ φιλοσόφων ἀπηντηκότων αὐτῷ καὶ συνηδομένων, ἤλπιζε καὶ Διογένην τὸν Σινωπέα ταὐτὸ ποιήσειν, διατρίβοντα περὶ Κόρινθον.
希腊人聚集在科林斯地峡并投票决议跟随亚历山大远征波斯,他遂被宣告为全军统帅。许多政治家和哲学家纷纷前来晋见并向他道贺,他也期望逗留在科林斯附近的锡诺普的第欧根尼也会前来。
ὡς δὲ ἐκεῖνος ἐλάχιστον Ἀλεξάνδρου λόγον ἔχων ἐν τῷ Κρανείῳ σχολὴν ἦγεν, αὐτὸς ἐπορεύετο πρὸς αὐτόν ἔτυχε δὲ κατακείμενος ἐν ἡλίῳ. καὶ μικρὸν μὲν ἀνεκάθισεν, ἀνθρώπων τοσούτων ἐπερχομένων, καὶ διέβλεψεν εἰς τὸν Ἀλέξανδρον. ὡς δὲ ἐκεῖνος ἀσπασάμενος καὶ προσειπὼν αὐτόν ἠρώτησεν εἴ τινος τυγχάνει δεόμενος, μικρὸν εἶπεν, ἀπὸ τοῦ ἡλίου μετάστηθι.
然而第欧根尼对亚历山大毫不理会,只是在克兰内翁消磨时光,于是亚历山大亲自前去拜访。他正好躺在阳光下。见如此多的人走来,他稍稍坐起身,注视着亚历山大。亚历山大向他致意问候,并询问他是否有所需求,“稍许,”他说,“从我的阳光前让开。”
πρὸς τοῦτο λέγεται τὸν Ἀλέξανδρον οὕτω διατεθῆναι καὶ θαυμάσαι καταφρονηθέντα1 τὴν ὑπεροψίαν καὶ τὸ μέγεθος τοῦ ἀνδρός, ὥστε τῶν περὶ αὐτὸν, ὡς ἀπῄεσαν, διαγελώντων καὶ σκωπτόντων, ἀλλὰ μὴν ἐγὼ, εἶπεν, εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην.
据说亚历山大对此深有感触,尽管受了冷遇,却对这人的孤傲与伟大钦佩不已,以至于当随从们在离开途中讥讽嘲笑时,“然而说真的,”他说,“若我不是亚历山大,我愿是第欧根尼。”
βουλόμενος δὲ τῷ θεῷ χρήσασθαι περὶ τῆς στρατείας ἦλθεν εἰς Δελφούς· καὶ κατὰ τύχην ἡμερῶν ἀποφράδων οὐσῶν, ἐν αἷς οὐ νενόμισται θεμιστεύειν, πρῶτον μὲν ἔπεμπε παρακαλῶν τὴν πρόμαντιν. ὡς δὲ ἀρνουμένης καὶ προϊσχομένης τὸν νόμον2 αὐτὸς ἀναβὰς βίᾳ πρὸς τὸν ναὸν εἷλκεν αὐτήν, ἡ δὲ ὥσπερ ἐξηττημένη τῆς σπουδῆς εἶπεν ἀνίκητος εἶ, ὦ παῖ, τοῦτο ἀκούσας Ἀλέξανδρος οὐκέτι ἔφη χρῄζειν ἑτέρου μαντεύματος, ἀλλʼ ἔχειν ὃν ἐβούλετο παρʼ αὐτῆς χρησμόν.
为了就远征之事向神明请示,他来到德尔斐;正巧碰上按规矩不得降下神谕的凶日,他起初派人去延请女祭司。然而由于她拒绝并以律法推托,他便亲自登上去,强行把她拽向神殿,她仿佛被他的执着所压倒,说道: “孩子,你是不可战胜的!” 亚历山大听到这话,便说自己已不再需要别的神谕,因为他已经从她那里得到了自己想要的神谕。
ἐπεὶ δὲ ὥρμησε πρὸς τὴν στρατείαν, ἄλλα τε δοκεῖ σημεῖα παρὰ τοῦ δαιμονίου γενέσθαι, καὶ τὸ περὶ Λείβηθρα τοῦ Ὀρφέως ξόανον (ἦν δὲ κυπαρίττινον) ἱδρῶτα πολὺν ὑπὸ τὰς ἡμέρας ἐκείνας ἀφῆκε. φοβουμένων δὲ πάντων τὸ σημεῖον, Ἀρίστανδρος ἐκέλευε θαρρεῖν, ὡς ἀοιδίμους καὶ περιβοήτους κατεργασόμενον πράξεις,3 αἳ πολὺν ἱδρῶτα καὶ πόνον ὑμνοῦσι ποιηταῖς καὶ μουσικοῖς παρέξουσι.
当他出发踏上远征之路时,神明似乎降下了其他的征兆,莱伯特拉的俄耳甫斯木雕像(材质为柏木)在那些日子里流出了大量的汗水。众人都为这一征兆感到恐惧,阿里斯坦德罗斯却嘱咐大家安心,表示他必将成就载入歌咏、流芳百世的伟业,而这些伟业将使歌颂它们的诗人和乐师付出巨大的汗水与辛劳。
- 14.3καταφρονηθέντα
具有让步意味的分词(“尽管受到轻视/冷遇”),在性、数、格上与不定式 διατεθῆναι 和 θαυμάσαι 的宾格主语 τὸν Ἀλέξανδρον 一致。
- 14.4ὡς δὲ ἀρνουμένης καὶ προϊσχομένης τὸν νόμον
由 ὡς 引导的属格独立结构,其逻辑主语女祭司(τῆς προμάντιδος)因上下文明确而被省略,交代了主句 αὐτὸς ἀναβὰς... 发生时的情境与缘由。
- 14.5ὡς ἀοιδίμους καὶ περιβοήτους κατεργασόμενον πράξεις
连词 ὡς 与将来的宾格分词 κατεργασόμενον 连用,表达阿里斯坦德罗斯所断言的根据或预期。该分词与动词 ἐκέλευε 暗含的宾语(亚历山大)在格上一致,指明动作的实施者。
