← 普鲁塔克

亚历山大大帝传

§11.1-11.6

继承王位与北方远征及摧毁忒拜

年仅二十岁即位的亚历山大迅疾平定了北方的蛮族叛乱,随即挥师直逼叛变的忒拜。尽管忒拜人拼死抵抗,城池最终仍遭攻破并被夷为平地,余下的居民多被卖为奴隶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

παρέλαβε μὲν οὖν ἔτη γεγονὼς εἴκοσι τὴν βασιλείαν, φθόνους μεγάλους καὶ δεινὰ μίση καὶ κινδύνους πανταχόθεν ἔχουσαν. οὔτε γὰρ τὰ βάρβαρα καὶ πρόσοικα γένη τὴν δούλωσιν ἔφερε, ποθοῦντα τὰς πατρίους βασιλείας, οὔτε τὴν Ἑλλάδα κρατήσας τοῖς ὅπλοις ὁ Φίλιππος οἷον καταζεῦξαι καὶ τιθασεῦσαι χρόνον ἔσχεν, ἀλλὰ μόνον μεταβαλὼν καὶ ταράξας τὰ πράγματα πολὺν σάλον ἔχοντα καὶ κίνησιν ὑπὸ ἀηθείας ἀπέλιπε.

于是,他年方二十便继承了王位,这个王国四面皆遭受巨大的嫉恨、深刻的仇视与险难。因为邻近的蛮族部落无法忍受屈服为奴,渴望恢复先祖的王统;而腓力以武力征服希腊之后,并未有充裕的时间将其套上轭具并加以驯化,反倒只是打破并搅乱了局势,留下的局面在尚未习服的新统治下充满剧烈的动荡和骚乱。

§11.2

φοβουμένων δὲ τῶν Μακεδόνων τὸν καιρόν, καὶ τὰ μὲν Ἑλληνικὰ πάντως ἀφεῖναι καὶ μὴ προσβιάζεσθαι τὸν Ἀλέξανδρον οἰομένων δεῖν, τοὺς δὲ ἀφισταμένους τῶν βαρβάρων ἀνακαλεῖσθαι πρᾴως καὶ θεραπεύειν τὰς ἀρχὰς τῶν νεωτερισμῶν, αὐτὸς ἀπʼ ἐναντίων λογισμῶν ὥρμησε τόλμῃ καὶ μεγαλοφροσύνῃ κτᾶσθαι τὴν ἀσφάλειαν καὶ σωτηρίαν τοῖς πράγμασιν, ὡς, κἂν ὁτιοῦν ὑφιέμενος ὀφθῇ τοῦ φρονήματος, ἐπιβησομένων ἁπάντων.1

马其顿人对时局深感恐惧,认为亚历山大应当彻底放弃希腊事务而不施加任何强迫,对背叛的蛮族则应温和抚慰并平息变革的苗头;但他本人出于截然相反的考量,毅然决然地以大无畏的勇气与非凡的气度去为国事谋求安全与存续,深信自己一旦被看出在雄图气魄上有丝毫退让,所有人便都会群起而践踏之。

§11.3

τὰ μὲν οὖν βαρβαρικὰ κινήματα καὶ τοὺς ἐκεῖ πολέμους κατέπαυσεν ὀξέως ἐπιδραμὼν στρατῷ μέχρι πρὸς τὸν Ἴστρον, ᾗ καὶ Σύρμον ἐνίκησε μάχῃ μεγάλῃ, τὸν βασιλέα τῶν Τριβαλλῶν Θηβαίους δὲ ἀφεστάναι πυθόμενος καὶ συμφρονεῖν αὐτοῖς Ἀθηναίους, εὐθὺς ἦγε διὰ Πυλῶν τὴν δύναμιν, εἰπὼν ὅτι Δημοσθένει παῖδα μὲν αὐτὸν, ἕως ἦν ἐν Ἰλλυριοῖς καὶ Τριβαλλοῖς, ἀποκαλοῦντι, μειράκιον δὲ περὶ Θετταλίαν γενόμενον, βούλεται πρὸς τοῖς Ἀθηναίων τείχεσιν ἀνὴρ φανῆναι.

于是,他率军急速奔袭,远至伊斯特罗斯河,迅速平息了蛮族的骚乱和那里的战事,并在该地的一场大战中击溃了特里巴洛伊人的国王叙尔摩斯。在得知忒拜人叛变而雅典人与他们声气相通之后,他立即率军穿过皮莱隘口,声称对于在他身处伊利里亚人和特里巴洛伊人之中时称他为孩童、抵达色萨利一带时称他为少年的德摩斯梯尼,他愿在雅典的城墙前向其展现成年男子的面貌。

§11.4

προσμίξας δὲ ταῖς Θήβαις καὶ διδοὺς ἔτι τῶν πεπραγμένων μετάνοιαν ἐξῄτει Φοίνικα καὶ Προθύτην, καὶ τοῖς μεταβαλλομένοις πρὸς αὐτὸν ἄδειαν ἐκήρυττε. τῶν δὲ Θηβαίων ἀντεξαιτούντων μὲν παρʼ αὐτοῦ Φιλώταν καὶ Ἀντίπατρον, κηρυττόντων δὲ τοὺς τὴν Ἑλλάδα βουλομένους συνελευθεροῦν τάττεσθαι μετʼ αὐτῶν, οὕτως ἔτρεψε τοὺς Μακεδόνας πρὸς πόλεμον.

兵临忒拜城下时,他仍给予他们对其所为悔改的机会,要求交出腓尼克斯和普罗特特斯,并宣告凡归顺于他的人皆予以赦免。然而,忒拜人反倒向他索要菲洛塔斯和安提帕特,并宣布凡愿协力解放希腊者当加入他们的阵营,至此他才驱策马其顿人投入交战。

§11.5

ἠγωνίσθη μὲν οὖν ὑπὲρ δύναμιν ἀρετῇ καὶ προθυμίᾳ παρὰ τῶν Θηβαίων πολλαπλασίοις οὖσι τοῖς πολεμίοις ἀντιταχθέντων2 ἐπεὶ δὲ καὶ τὴν Καδμείαν ἀφέντες οἱ φρουροὶ τῶν Μακεδόνων ἐπέπιπτον αὐτοῖς ἐξόπισθεν, κυκλωθέντες οἱ πλεῖστοι κατὰ τὴν μάχην αὐτὴν ἔπεσον, ἡ δὲ πόλις ἥλω καὶ διαρπασθεῖσα κατεσκάφη, τὸ μὲν ὅλον προσδοκήσαντος αὐτοῦ τοὺς Ἕλληνας ἐκπλαγέντας πάθει τηλικούτῳ καὶ πτήξαντας ἀτρεμήσειν, ἄλλως δὲ καὶ καλλωπισαμένου χαρίζεσθαι τοῖς τῶν συμμάχων ἐγκλήμασι·3 καὶ γὰρ Φωκεῖς καὶ Πλαταιεῖς τῶν Θηβαίων κατηγόρησαν.

于是忒拜人以超越自身力量的勇猛与果决展开奋战,抗击着数倍于己的敌军;但当驻守卡德摩斯要塞的马其顿守军杀出并从背后袭击他们时,多数人遭到围困,并在激战中阵亡,城池遂告陷落,在洗劫之后被夷为平地。这一举措从总体上说是亚历山大指望希腊人因如此惨祸而震惊畏缩、不敢妄动,另一方面也是借此堂皇之名满足盟友的申诉,盖因福基斯人与普拉泰亚人对忒拜人提出了控诉。

§11.6

ὑπεξελόμενος δὲ τοὺς ἱερεῖς καὶ τοὺς ξένους τῶν Μακεδόνων ἅπαντας καὶ τοὺς ἀπὸ Πινδάρου γεγονότας καὶ τοὺς ὑπεναντιωθέντας τοῖς ψηφισαμένοις τὴν ἀπόστασιν, ἀπέδοτο τοὺς ἄλλους περὶ τρισμυρίους γενομένους· οἱ δὲ ἀποθανόντες ὑπὲρ ἑξακισχιλίους ἦσαν.

亚历山大除祭司、所有与马其顿人结有宾礼之交者、品达的后裔以及反对通过叛变决议的人之外,将其他人全部变卖为奴,其数约三万人;而战死者则逾六千人。

语法注3 条
  1. 11.2ὡς, κἂν ὁτιοῦν ὑφιέμενος ὀφθῇ τοῦ φρονήματος, ἐπιβησομένων ἁπάντων

    由 ὡς 引出的属格绝对结构 ἐπιβησομένων ἁπάντων(将来分词)表达亚历山大主观的动机与判断(“深信所有人都会群起践踏他”)。其内部嵌套了由 κἂν (= καὶ ἄν) ὀφθῇ 构成的假定从句(将来更生动条件/泛指条件,虚拟式被动第三人称单数),意为“即便被看出有所退让”。ὑφιέμενος 为补充分词,支配属格 τοῦ φρονήματος(“在气概上让步”)。

  2. 11.5ἠγωνίσθη μὲν οὖν ὑπὲρ δύναμιν ἀρετῇ καὶ προθυμίᾳ παρὰ τῶν Θηβαίων πολλαπλασίοις οὖσι τοῖς πολεμίοις ἀντιταχθέντων

    主要动词 ἠγωνίσθη 为被动语态第三人称单数的非人称用法(“战斗被展开”)。施动者由介词短语 παρὰ τῶν Θηβαίων 呈现,并与属格分词 ἀντιταχθέντων 一致修饰。与格成分 πολλαπλασίοις οὖσι τοῖς πολεμίοις 则由前缀 ἀντι-(对抗)所支配。全句的核心骨架为:“面对数倍于己的敌军而列阵抵抗的忒拜人,以超乎自身力量的勇烈展开了奋战”。

  3. 11.5τὸ μὲν ὅλον προσδοκήσαντος αὐτοῦ ... ἄλλως δὲ καὶ καλλωπισαμένου χαρίζεσθαι τοῖς τῶν συμμάχων ἐγκλήμασι

    阐释忒拜城遭到夷平(κατεσκάφη)缘由的双重属格绝对结构。由对仗短语 τὸ μὲν ὅλον(全局/主要动因)与 ἄλλως δὲ καί(附带/名义上的动因)统领:前者引导 προσδοκήσαντος αὐτοῦ(期望希腊人慑于大祸而不敢妄动),后者引导 καλλωπισαμένου(粉饰/标榜为顺应盟友的控诉)。χαρίζεσθαι 作 καλλωπισαμένου 的补充不定式,支配与格 τοῖς ... ἐγκλήμασι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:11.1-11.6