- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:12.1-12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
忒拜陷落之际,贵妇提摩克勒娅将凌辱她的敌将推入井中砸死,被押送至亚历山大面前后,因其临危不惧的气度和崇高家世获得赦免并重获自由。
ἐν δὲ τοῖς πολλοῖς πάθεσι καὶ χαλεποῖς ἐκείνοις ἃ τὴν πόλιν κατεῖχε, Θρᾷκές τινες ἐκκόψαντες οἰκίαν Τιμοκλείας, γυναικὸς ἐνδόξου καὶ σώφρονος, αὐτοὶ μὲν τὰ χρήματα διήρπαζον, ὁ δὲ ἡγεμὼν τῇ γυναικὶ πρὸς βίαν συγγενόμενος καὶ καταισχύνας, ἀνέκρινεν εἴ που χρυσίον ἔχοι κεκρυμμένον ἢ ἀργύριον.
在那场笼罩全城的重重惨祸之中,几名色雷斯士兵破门闯入名门贤淑的女子提摩克勒娅的府邸;士兵们掠夺财物,而他们的首领则对这名女子施暴凌辱,随后审问她是否在何处藏有金银。
ἡ δὲ ἔχειν ὡμολόγησε, καὶ μόνον εἰς τὸν κῆπον ἀγαγοῦσα1 καὶ δείξασα φρέαρ, ἐνταῦθα ἔφη τῆς πόλεως ἁλισκομένης καταβαλεῖν αὐτὴ τὰ τιμιώτατα τῶν χρημάτων. ἐγκύπτοντος δὲ τοῦ Θρᾳκὸς καὶ κατασκεπτομένου τὸν τόπον, ἔωσεν αὐτὸν ἐξόπισθεν γενομένη, καὶ τῶν λίθων ἐπεμβαλοῦσα πολλοὺς ἀπέκτεινεν.
她坦承确有其物,便将他一人引至庭园,指着一口水井,声称城破之时她亲手将最贵重的财宝投入了井中。当那色雷斯人探身向下察看井内时,她闪身至其背后将他推落,又砸下许多石块将他杀死。
ὡς δὲ ἀνήχθη πρὸς Ἀλέξανδρον ὑπὸ τῶν Θρᾳκῶν δεδεμένη, πρῶτον μὲν ἀπὸ τῆς ὄψεως καὶ τῆς βαδίσεως ἐφάνη τις ἀξιωματικὴ καὶ μεγαλόφρων, ἀνεκπλήκτως καὶ ἀδεῶς ἑπομένη τοῖς ἄγουσιν ἔπειτα τοῦ βασιλέως ἐρωτήσαντος ἥτις εἴη γυναικῶν, ἀπεκρίνατο Θεαγένους ἀδελφὴ γεγονέναι, τοῦ παραταξαμένου πρὸς Φίλιππον ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας καὶ πεσόντος ἐν Χαιρωνείᾳ στρατηγοῦντος. θαυμάσας οὖν ὁ Ἀλέξανδρος αὐτῆς καὶ τὴν ἀπόκρισιν καὶ τὴν πρᾶξιν,2 ἐκέλευσεν ἐλευθέραν ἀπιέναι μετὰ τῶν τέκνων.
当她被色雷斯人捆绑押送到亚历山大面前时,起初仅凭容貌与步态,便显得尊严卓绝、意气轩昂,紧随押解之人却毫无惊惧怯弱之色;接着,在国王询问她是何等女子时,她回答说自己是塞阿革涅斯的胞妹,其兄曾为希腊人的自由与腓力列阵交锋,并作为统帅阵亡于喀罗尼亚。亚历山大深为敬佩她的言辞与壮举,遂下令让她携子女重获自由离去。
- 12.2μόνον εἰς τὸν κῆπον ἀγαγοῦσα
μόνον 并非副词(“仅仅”),而是阳性单数宾格形容词,作省略的直接宾语(色雷斯队长)的定语,意为“将他单独一人引至庭园”。
- 12.3θαυμάσας οὖν ὁ Ἀλέξανδρος αὐτῆς καὶ τὴν ἀπόκρισιν καὶ τὴν πρᾶξιν
动词 θαυμάζω 支配表示所钦佩之人的属格(αὐτῆς),并与表示所钦佩之事由的宾格(καὶ τὴν ἀπόκρισιν καὶ τὴν πρᾶξιν,“其言辞与壮举”)并列搭配。
