← 普鲁塔克

庞培传

§79.1-79.4

庞培在埃及海岸遇刺身亡

庞培乘小舟靠岸,在准备下船时遭到塞普提米乌斯、萨尔维乌斯与阿基拉斯的合力刺杀,终年五十九岁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§79.1

ταῦτα δʼ ἔσχατα πρὸς τοὺς ἑαυτοῦ φθεγξάμενος ἐνέβη καὶ συχνοῦ διαστήματος ὄντος ἐπὶ τὴν γῆν ἀπὸ τῆς τριήρους, ὡς οὐδεὶς παρὰ τῶν συμπλεόντων ἐγίνετο λόγος φιλάνθρωπος πρὸς αὐτόν, ἀποβλέψας εἰς τὸν Σεπτίμιον, οὐ δή πού σε, εἶπεν, ἐγὼ γεγονότα συστρατιώτην ἐμὸν ἀμφιγνοῶ;1

他对家人说完了这些最后的话,便登上了小舟。从三列桨座战船到陆地有相当长的距离,由于同舟之人未曾对他道出一句友善之语,他便望着塞普提米乌斯说: “想必我没有认错,你曾是我的军中同僚吧?”

§79.2

κἀκεῖνος ἐπένευσε τῇ κεφαλῇ μόνον, οὐδὲν προσειπὼν οὐδὲ φιλοφρονηθείς, πολλῆς οὖν πάλιν οὔσης σιωπῆς ὁ Πομπήϊος ἔχων ἐν βιβλίῳ μικρῷ γεγραμμένον ὑπʼ αὐτοῦ λόγον Ἑλληνικόν, ᾧ παρεσκεύαστο χρῆσθαι πρὸς τὸν Πτολεμαῖον, ἀνεγίνωσκεν.

那人却只是点了点头,既未答言,也未表亲善之意。于是在再度陷入的长久沉默中,庞培便阅读起记在一卷小册子上、由他亲手撰写的希腊语演讲稿,这本是他准备用来对托勒密进言的。

§79.3

ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορνηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς οὖσα τὸ μέλλον ἀπεσκοπεῖτο, καὶ θαρρεῖν ἤρχετο πολλοὺς ὁρῶσα πρὸς τὴν ἀπόβασιν τῶν βασιλικῶν οἷον ἐπὶ τιμῇ καὶ δεξιώσει συνερχομένους, ἐν τούτῳ δὲ τὸν Πομπήϊον τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρός, ὅπως ῥᾷον ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει πρῶτος,2 εἶτα Σάλβιος μετʼ ἐκεῖνον, εἶτα Ἀχιλλᾶς ἐσπάσαντο τὰς μαχαίρας.

当小舟逐渐靠近陆地时,科尔内利娅与友人们在三列桨座战船上焦虑万分地注视着将要发生的事,看到王家的许多人聚集到下船之处,仿佛是要表示敬意与欢迎,便开始宽下心来。就在此时,庞培为了更容易站起身来而握住腓力普的手,塞普提米乌斯从背后首先用剑刺穿了他,接着在他之后,萨尔维乌斯与随后的阿基拉斯拔出了匕首。

§79.4

ὁ δὲ ταῖς χερσὶν ἀμφοτέραις τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώπου, μηδὲν εἰπὼν ἀνάξιον ἑαυτοῦ μηδὲ ποιήσας, ἀλλὰ στενάξας μόνον, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἑξήκοντα μὲν ἑνὸς δέοντα βεβιωκὼς ἔτη, μιᾷ δʼ ὕστερον ἡμέρᾳ τῆς γενεθλίου3 τελευτήσας τὸν βίον.

庞培用双手将托加长袍拉过脸庞,未曾说出亦未曾做出任何有失身份之事,仅仅叹息了一声,便忍受着刀剑的砍刺,终其一生春秋六十欠一,于生辰次日卒。

语法注3 条
  1. 79.1οὐ δή πού σε... ἐγὼ γεγονότα συστρατιώτην ἐμὸν ἀμφιγνοῶ;

    虚词连用 οὐ δή που 引导带有疑虑或试探语气的修辞疑问句(“想必不至于……吧”)。动词 ἀμφιγνοῶ 接宾格代词 σε 及分词 γεγονότα,构成类似感知动词的“宾语+分词补足语”结构(“认不出你曾是……”),表达庞培试图唤起往日同袍之谊的委婉问询。

  2. 79.3ἐν τούτῳ δὲ τὸν Πομπήϊον τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρός, ὅπως ῥᾷον ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει πρῶτος

    主句谓语动词 διελαύνει(历史现在时)的直接宾语 τὸν Πομπήϊον 被前置在分句之首以示聚焦,由分词 λαμβανόμενον(接表示接触部位的属格 τῆς... χειρός)修饰。句首的宾格易被误认作宾格加不定式结构,但本句的主语实为随后的主格名词 Σεπτίμιος。

  3. 79.4ἑξήκοντα μὲν ἑνὸς δέοντα βεβιωκὼς ἔτη, μιᾷ δʼ ὕστερον ἡμέρᾳ τῆς γενεθλίου

    短语 ἑξήκοντα... ἑνὸς δέοντα 是希腊语表示“五十九”的常规表达(字面为“缺一的六十年”),中性复数分词 δέοντα 支配分离属格 ἑνός。在 μιᾷ... ἡμέρᾳ τῆς γενεθλίου 中,τῆς γενεθλίου [省略 ἡμέρας] 为比较级副词 ὕστερον 所支配的比较属格,而 μιᾷ... ἡμέρᾳ 则是表示差异程度的与格(“在生日的一天之后”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:79.1-79.4