- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:78.1-78.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
受命执行谋杀的阿基拉斯与塞普提米乌斯乘小舟前来接引庞培;庞培察觉异样却发觉已无路可逃,向妻儿吟诵索福克勒斯的诗句后登上小舟。
ταῦτα κυρώσαντες ἐπʼ Ἀχιλλᾷ ποιοῦνται τὴν πρᾶξιν. ὁ δὲ Σεπτίμιόν τινα πάλαι γεγονότα Πομπηΐου ταξίαρχον παραλαβών, καὶ Σάλβιον ἕτερον ἑκατοντάρχην καὶ τρεῖς ἢ τέτταρας ὑπηρέτας, ἀνήχθη πρὸς τὴν Πομπηΐου ναῦν. ἔτυχον δὲ πάντες εἰς αὐτὴν οἱ δοκιμώτατοι τῶν συμπλεόντων ἐμβεβηκότες, ὅπως εἰδεῖεν τὸ πραττόμενον.
他们批准了这一决议后,便将实行之事托付给阿基拉斯。阿基拉斯带上了一个曾任庞培部下军官的名叫塞普提米乌斯的人,又带上另一名百夫长萨尔维乌斯以及三四名侍从,便乘船驶向庞培的坐舰。当时,同行的最显赫之人恰好全都登上了这艘船,以便观察事态的发展。
ὡς οὖν εἶδον οὐ βασιλικὴν οὐδὲ λαμπρὰν οὐδὲ ταῖς Θεοφάνους ἐλπίσιν ὁμοίαν ὑποδοχήν, ἀλλʼ ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπείδοντο τὴν ὀλιγωρίαν καὶ τῷ Πομπηΐῳ παρῄνουν εἰς πέλαγος ἀνακρούεσθαι τὴν ναῦν, ἕως ἔξω βέλους εἰσίν. ἐν τούτῳ δὲ πελαζούσης τῆς ἁλιάδος φθάσας ὁ Σεπτίμιος ἐξανέστη καὶ Ῥωμαϊστὶ τὸν Πομπήϊον αὐτοκράτορα προσηγόρευσεν.
因此,当他们看到前来迎接的既无皇家排场,亦无盛大声势,完全不合乎塞奥法奈斯的期望,而仅仅是少数几个人乘着一艘捕鱼小舟驶来时,便对这番轻蔑怠慢生疑,力劝庞培趁他们在射程之外,把船倒退回外海。正在此时,小舟已逼近跟前,塞普提米乌斯抢先站起身来,用拉丁语尊称庞培为最高统帅。
ὁ δὲ Ἀχιλλᾶς ἀσπασάμενος αὐτὸν Ἑλληνιστὶ παρεκάλει μετελθεῖν εἰς τὴν ἁλιάδα· τέναγος γὰρ εἶναι πολύ, καὶ βάθος οὐκ ἔχειν πλόϊμον τριήρει τὴν θάλατταν ὑπόψαμμον οὖσαν. ἅμα δὲ καὶ ναῦς τινες ἑωρῶντο τῶν βασιλικῶν πληρούμεναι, καὶ τὸν αἰγιαλὸν ὁπλῖται κατεῖχον, ὥστʼ ἄφυκτα καὶ μεταβαλλομένοις ἐφαίνετο, καὶ προσῆν τὸ διδόναι τοῖς φονεῦσι τὴν ἀπιστίαν αὐτὴν τῆς ἀδικίας ἀπολογίαν.1
阿基拉斯则用希腊语向他致意,请他移驾登临小舟,声称由于浅滩延绵,且海底多沙,海水深度不足以让三列桨座战船通航。与此同时,有人看到若干艘王家战舰正在登载士兵,岸边也被重装步兵所把守,因此即便想改变主意也看似无法逃脱,况且流露猜忌本身也会给刺客提供行凶的托词。
ἀσπασάμενος οὖν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτὸν τὸ τέλος,2 καὶ δύο ἑκατοντάρχας προεμβῆναι κελεύσας καὶ τῶν ἀπελευθέρων ἕνα Φίλιππον καὶ θεράποντα Σκύθην ὄνομα, δεξιουμένων αὐτὸν ἤδη τῶν περὶ τὸν Ἀχιλλᾶν ἐκ τῆς ἁλιάδος, μεταστραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν εἶπε Σοφοκλέους ἰαμβεῖα· "ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ."
于是庞培告别了早已预先为他的结局而哀哭的科尔内利娅,命两名百夫长、他的一位获释奴隶腓力普以及一个名叫斯库泰斯的仆从先登小舟。正当阿基拉斯一行已从小舟上向他伸手相迎之时,他转过身看着妻子和儿子,念出了索福克勒斯的抑扬格诗句: “凡是投奔僭主之人, 即便作为自由人而去,也必成其奴隶。”
- 78.3προσῆν τὸ διδόναι τοῖς φονεῦσι τὴν ἀπιστίαν αὐτὴν τῆς ἀδικίας ἀπολογίαν
带冠词不定式短语“τὸ διδόναι...”作主语。其内部结构中,“τὴν ἀπιστίαν αὐτήν”(猜疑本身)是不定式的逻辑主语(宾格),“τῆς ἀδικίας ἀπολογίαν”(不义行径的托词/辩解)为直接宾语,“τοῖς φονεῦσι”(给凶手们)为与格间接宾语。
- 78.4προαποθρηνοῦσαν αὐτὸν τὸ τέλος
动词“προαποθρηνέω”(预先哀悼)带双宾格结构:表示人的“αὐτόν”(他)与表示事件或同族宾语的“τὸ τέλος”(结局/死亡),意为“就他的终局而预先为他哀痛”。
