← 普鲁塔克

庞培传

§80.1-80.6

庞培的火葬与恺撒之泪

庞培遇害后被枭首弃尸,释奴腓力普与一名老兵为其进行了火葬,随后抵岸的伦图卢斯亦遭处决。恺撒抵埃后见其印章落泪,参与弑君之徒先后伏诛,庞培遗骨终归故土。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§80.1

οἱ δʼ ἀπὸ τῶν νεῶν ὡς ἐθεάσαντο τὸν φόνον, οἰμωγὴν ἐξάκουστον ἄχρι τῆς γῆς ἐκχέαντες ἔφυγον, ἀράμενοι τὰς ἀγκύρας κατὰ τάχος, καὶ πνεῦμα λαμπρὸν ἐβοήθει πελαγίοις ὑπεκθέουσιν,1 ὥστε βουλομένους διώκειν ἀποτραπέσθαι τοὺς Αἰγυπτίους. τοῦ δὲ Πομπηΐου τὴν μὲν κεφαλὴν ἀποτέμνουσι, τὸ δὲ ἄλλο σῶμα γυμνὸν ἐκβαλόντες ἀπὸ τῆς ἁλιάδος τοῖς δεομένοις τοιούτου θεάματος ἀπέλιπον.

船上的人一目睹这桩谋杀,便发出一阵连陆地上都能听见的哀号,急忙起锚逃离;一阵强劲的顺风助他们奔向公海,以致埃及人虽欲追赶,也不得不放弃。他们砍下了庞培的头颅,将余下的躯体赤裸地从小舟上抛掷出来,留给那些想看这般景象的人。

§80.2

παρέμεινε δὲ αὐτῷ Φίλιππος, ἕως ἐγένοντο μεστοὶ τῆς ὄψεως· εἶτα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, ἄλλο δὲ οὐδὲν ἔχων, ἀλλὰ περισκοπῶν τὸν αἰγιαλὸν εὗρε μικρᾶς ἁλιάδος λείψανα, παλαιὰ μέν, ἀρκοῦντα δὲ νεκρῷ γυμνῷ καὶ οὐδὲ ὅλῳ πυρκαϊὰν ἀναγκαίαν παρασχεῖν.2

腓力普却一直守在他身旁,直到人们看够了这一景象。随后,他在海水中清洗了尸体,用自己的一件短袍将其包裹;由于别无他物,他便环顾海岸,找到了一只小渔舟的残骸,虽已破旧,但用来为一具赤裸且不完整的尸身提供一座必需的火葬柴堆,却已足够。

§80.3

ταῦτα συγκομίζοντος αὐτοῦ καὶ συντιθέντος ἐπιστὰς ἀνὴρ Ῥωμαῖος ἤδη γέρων, τὰς δὲ πρώτας στρατείας ἔτι νέος Πομπηΐῳ συνεστρατευμένος, τίς ὤν, ὦ ἄνθρωπε, ἔφη, θάπτειν διανοῇ Μάγνον Πομπήϊον; ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, ἀλλʼ οὐ μόνῳ σοί, ἔφη, τοῦτο τὸ καλὸν ὑπάρξει· κἀμὲ δὲ ὥσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, ὡς μὴ κατὰ πάντα μέμφωμαι τὴν ἀποξένωσιν, ἀντὶ πολλῶν ἀνιαρῶν τοῦτο γοῦν εὑράμενος, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκράτορα Ῥωμαίων.

当他正在收拾并堆积这些残木时,一位罗马男子走了过来,他此时已是老人,年轻时曾随庞培初次从军。他说: “你是什么人,居然打算埋葬伟大的庞培?” 当腓力普回答自己是释奴时,那人说道: “但这份善行不应由你一人独揽;请收下我作为这桩虔敬之事的同伴吧,如此我便不至全盘怨恨背井离乡之苦,反而在诸多痛苦之中得到了这件幸事:能用我自己的双手触碰并收裹罗马最伟大的统帅。”

§80.4

οὕτω μὲν ἐκηδεύετο Πομπήϊος, τῇ δʼ ὑστεραίᾳ Λεύκιος Λέντλος οὐκ εἰδὼς τὰ πεπραγμένα, πλέων ἀπὸ Κύπρου καὶ παρὰ γῆν κομιζόμενος, ὡς εἶδε νεκροῦ πυρὰν καὶ παρεστῶτα τὸν Φίλιππον, οὔπω καθορώμενος· τίς ἄρα, ἔφη, τὸ πεπρωμένον ἐνταῦθα τελέσας ἀναπέπαυται; καὶ μικρὸν διαλιπὼν καὶ στενάξας, τάχα δέ, εἶπε, σύ, Πομπήϊε Μάγνε. καὶ μετὰ μικρὸν ἀποβὰς καὶ συλληφθεὶς ἀπέθανε.

庞培便是这样被安葬的。次日,卢基乌斯·伦图卢斯尚不知晓所发生的事,正从塞浦路斯航行并沿着海岸前进,当他看见焚尸的火堆和伫立在一旁的腓力普时,在尚未被人察觉之前便说道: “究竟是谁在此地了却了宿命,得享安息?” 稍停片刻,他叹道: “或许竟是你,伟大的庞培。” 不久之后他登陆被俘,随即被处死。

§80.5

τοῦτο Πομπηΐου τέλος, οὐ πολλῷ δὲ ὕστερον Καῖσαρ ἐλθὼν εἰς Αἴγυπτον ἄγους τοσούτου καταπεπλησμένην τὸν μὲν προσφέροντα τὴν κεφαλὴν ὡς παλαμναῖον ἀπεστράφη, τὴν δὲ σφραγῖδα τοῦ Πομπηΐου δεξάμενος ἐδάκρυσεν ἦν δὲ γλυφὴ λέων ξιφήρης. Ἀχιλλᾶν δὲ καὶ Ποθεινὸν ἀπέσφαξεν αὐτὸς δὲ ὁ βασιλεὺς μάχῃ λειφθεὶς περὶ τὸν ποταμὸν ἠφανίσθη.

这就是庞培的结局。不久之后,恺撒来到了这充满如此污秽恶行的埃及;面对献上头颅之人,他如视凶犯般转过脸去,而接到庞培的印章时,他流下了眼泪——上面的雕纹是一只执剑的狮子。他诛杀了阿基拉斯和波提诺斯,而国王本人则在河畔战败后下落不明。

§80.6

Θεόδοτον δὲ τὸν σοφιστὴν ἡ μὲν ἐκ Καίσαρος δίκη παρῆλθε·3 φυγὼν γὰρ Αἴγυπτον ἐπλανᾶτο ταπεινὰ πράττων καὶ μισούμενος· Βροῦτος δὲ Μάρκος, ὅτε Καίσαρα κτείνας ἐκράτησεν, ἐξευρὼν αὐτὸν ἐν Ἀσίᾳ καὶ πᾶσαν αἰκίαν αἰκισάμενος ἀπέκτεινεν. τὰ δὲ λείψανα τοῦ Πομπηΐου Κορνηλία δεξαμένη κομισθέντα, περὶ τὸν Ἀλβανὸν ἔθηκεν.

至于智者狄奥多托斯,则躲过了来自恺撒的惩罚,因为他逃离埃及后流浪四方,处境悲惨且受人憎恨;然而马尔库斯·布鲁图斯在诛杀恺撒并掌握权力之后,在亚细亚寻获了他,施以一切酷刑后将他处死。庞培的遗骸被送交科尔内利娅,她将其安葬在阿尔巴努姆的庄园里。

语法注3 条
  1. 80.1πελαγίοις ὑπεκθέουσιν

    与格分词短语,作动词 ἐβοήθει(援助、帮助)的间接宾语。指逃向公海的随行者们,意为“援助那些正向外海逃遁之人”。

  2. 80.2ἀρκοῦντα δὲ νεκρῷ γυμνῷ καὶ οὐδὲ ὅλῳ πυρκαϊὰν ἀναγκαίαν παρασχεῖν

    分词 ἀρκοῦντα 修饰 λείψανα(残骸),带说明性不定式 παρασχεῖν(提供),构成“足以提供……”之意。与格短语 νεκρῷ γυμνῷ καὶ οὐδὲ ὅλῳ 作该不定式的间接宾语,宾格 πυρκαϊὰν ἀναγκαίαν 为直接宾语。

  3. 80.6Θεόδοτον δὲ τὸν σοφιστὴν ἡ μὲν ἐκ Καίσαρος δίκη παρῆλθε

    宾格 Θεόδοτον τὸν σοφιστὴν 被前置于句首以示强调,作及物动词 παρῆλθε(漏过、放过)的直接宾语。主语为紧随其后的 ἡ μὲν ἐκ Καίσαρος δίκη(来自恺撒的惩罚)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:80.1-80.6