← 普鲁塔克

庞培传

§77.1-77.4

抵达埃及与塞奥多托斯谋害庞培的进言

庞培抵达埃及培琉息阿姆近海寻求庇护,幼王托勒密的近臣们就此召开会议,修辞学家塞奥多托斯进言应当将庞培诱杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§77.1

ὡς δʼ οὖν ἐνίκα1 φεύγειν εἰς τὴν Αἴγυπτον, ἀναχθεὶς ἀπὸ Κύπρου Σελευκίδι τριήρει μετὰ τῆς γυναικός τῶν δʼ ἄλλων οἱ μὲν ἐν μακραῖς ὁμοίως ναυσίν, οἱ δὲ ἐν ὁλκάσιν ἅμα συμπαρέπλεον, τὸ μὲν πέλαγος διεπέρασεν ἀσφαλῶς, πυθόμενος δὲ τὸν Πτολεμαῖον ἐν Πηλουσίῳ καθῆσθαι μετὰ στρατιᾶς, πολεμοῦντα πρὸς τὴν ἀδελφήν, ἐκεῖ κατέσχε, προπέμψας τὸν φράσοντα τῷ βασιλεῖ καὶ δεησόμενον.

总之,当逃往埃及的意见占据上风时,庞培携妻子乘一艘塞琉西亚三列桨座战船从塞浦路斯启航;其他人有的同样乘战舰,有的乘商船一同航行。他平安地渡过了公海,但获悉托勒密正率军驻扎在培琉息阿姆与其姐姐作战,便驶向那里,并预先派出使者向国王禀报并提出请求。

§77.2

ὁ μὲν οὖν Πτολεμαῖος ἦν κομιδῇ νέος· ὁ δὲ πάντα διέπων τὰ πράγματα Ποθεινὸς ἤθροισε βουλὴν τῶν δυνατωτάτων ἐδύναντο δὲ μέγιστον οὓς ἐκεῖνος ἐβούλετο· καὶ λέγειν ἐκέλευσεν ἣν ἔχει γνώμην ἕκαστος, ἦν οὖν δεινὸν περὶ Πομπηΐου Μάγνου βουλεύεσθαι Ποθεινὸν τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν Χῖον, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλον ἀνειλημμένον, καὶ τὸν Αἰγύπτιον Ἀχιλλᾶν κορυφαιότατοι γὰρ ἦσαν ἐν κατευνασταῖς καὶ τιθηνοῖς τοῖς ἄλλοις οὗτοι σύμβουλοι.

当时托勒密年纪极轻;全权掌管政务的波提诺斯召集了最有权势之人组成会议——而最具权势者本就是他所中意的人——并命令每个人陈述自己的意见。宦官波提诺斯、受雇教授修辞的希俄斯人塞奥多托斯以及埃及人阿基拉斯等人竟在商讨伟大的庞培的命运,这着实是一件骇人之事;因为在侍从和幼师当中,这些人正是位居首要的策士。

§77.3

καὶ τοιούτου δικαστηρίου ψῆφον Πομπήϊος ἐπʼ ἀγκυρῶν πρόσω τῆς χώρας ἀποσαλεύων περιέμενεν, ὃν Καίσαρι σωτηρίας χάριν οὐκ ἦν ἄξιον ὀφείλειν.2 τῶν μὲν οὖν ἄλλων τοσοῦτον αἱ γνῶμαι διέστησαν ὅσον οἱ μὲν ἀπελαύνειν ἐκέλευον, οἱ δὲ καλεῖν καὶ δέχεσθαι τὸν ἄνδρα·

庞培远离陆地抛锚停泊在海浪中,等候着这样一个法庭的裁决——而对他而言,原本连向恺撒欠下活命之恩都是不相称的。其他人的意见分歧极大,有人主张将他驱逐,有人则主张召请并接纳他。

§77.4

Θεόδοτος δὲ δεινότητα λόγου καὶ ῥητορείαν ἐπιδεικνύμενος οὐδέτερον ἀπέφηνεν ἀσφαλές, ἀλλὰ δεξαμένους μὲν ἕξειν Καίσαρα πολέμιον καὶ δεσπότην Πομπήϊον, ἀπωσαμένους δὲ καὶ Πομπηΐῳ τῆς ἐκβολῆς ὑπαιτίους ἔσεσθαι3 καὶ Καίσαρι τῆς διώξεως·4 κράτιστον οὖν εἶναι μεταπεμψαμένους ἀνελεῖν τὸν ἄνδρα· καὶ γὰρ ἐκείνῳ χαριεῖσθαι καὶ τοῦτον οὐ φοβήσεσθαι. προσεπεῖπε δὲ διαμειδιάσας, ὥς φασιν, ὅτι νεκρὸς οὐ δάκνει.

然而塞奥多托斯施展辩才与修辞术,指出两种做法都不安全:若接纳他,便会以恺撒为敌,以庞培为主子;若驱逐他,则既会被庞培责怪驱赶之罪,又会被恺撒怪罪迫使其继续追击。因此,最好的办法是把他召请过来并将其处决;因为这样既能讨好恺撒,又不必惧怕庞培。据传他还微笑着补充道:死人不会咬人。

语法注4 条
  1. 77.1ὡς δʼ οὖν ἐνίκα

    动词 ἐνίκα 作非人称用法,意为“(某种方案或意见)占了上风”,其后随的不定词 φεύγειν 为其实质主语。

  2. 77.3ὃν Καίσαρι σωτηρίας χάριν οὐκ ἦν ἄξιον ὀφείλειν

    关系代词 ὃν 以主句主语 Πομπήϊος 为先行词。在非人称结构 οὐκ ἦν ἄξιον(“……是不相称的”)中,对格 ὃν 充当不定词 ὀφείλειν 的逻辑主语。

  3. 77.4δεξαμένους μὲν ἕξειν... ἀπωσαμένους δὲ... ὑπαιτίους ἔσεσθαι

    对格分词 δεξαμένους 与 ἀπωσαμένους 在间接引语中充当不定词 ἕξειν 和 ἔσεσθαι 的逻辑主语(指代埃及当权者),并在功能上兼具条件分词的意味(“若接纳……若驱逐……”)。

  4. 77.4Καίσαρι τῆς διώξεως

    形容词 ὑπαίτιος 支配与格的人称(Καίσαρι)与属格的事由(τῆς διώξεως),意为在恺撒面前承担迫使其继续追捕的罪责。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:77.1-77.4