← 普鲁塔克

庞培传

§76.1-76.6

庞培的懊悔与放弃逃往帕提亚的计划

战败逃亡的庞培懊悔自己未能善用舰队,本打算前往帕提亚避难,但在泰奥法内斯的极力劝阻下放弃了这一计划。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§76.1

ἀναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκομίζετο, προσίσχων ὅρμοις ἀναγκαίοις ὕδωρ ἢ ἀγορὰν ἔχουσιν. εἰς δὲ πόλιν εἰσῆλθε πρώτην Ἀττάλειαν τῆς Παμφυλίας, ἐνταῦθα δὲ αὐτῷ καὶ τριήρεις τινὲς ἀπήντησαν ἐκ Κιλικίας καὶ στρατιῶται συνελέγοντο καὶ τῶν συγκλητικῶν πάλιν ἑξήκοντα περὶ αὐτὸν ἦσαν.

庞培接了妻子和朋友登船继续航行,只在能够提供水源或给养的必要泊地靠岸。他进入的第一座城市是潘菲利亚的阿塔利亚;在那里,几艘来自基利家的三列桨座战船前来与他会合,士兵们聚集起来,元老院议员中也有六十人再次围绕在他身边。

§76.2

ἀκούων δὲ καὶ τὸ ναυτικὸν ἔτι συνεστάναι, καὶ Κάτωνα πολλοὺς στρατιώτας ἀνειληφότα περαιοῦν εἰς Λιβύην, ὠδύρετο πρὸς τοὺς φίλους, καταμεμφόμενος ἑαυτὸν ἐκβιασθέντα τῷ πεζῷ συμβαλεῖν, τῇ δὲ κρείττονι ἀδηρίτως δυνάμει πρὸς μηδὲν ἀποχρήσασθαι μηδὲ περιορμίσαι τὸ ναυτικόν,1 ὅπου κατὰ γῆν σφαλεὶς εὐθὺς ἂν εἶχεν ἀντίπαλον ἐκ θαλάττης παρεστῶσαν ἀλκὴν καὶ δύναμιν τοσαύτην.

当听说舰队依然完好无损,且加图聚集了大量士兵正渡海前往利比亚时,他向朋友们哀叹,自责自己竟被迫以步兵交战,而对毫无争议地占据优势的力量弃之不用,也未曾将舰队停泊在即使陆战失利也能立即从海上获得抗衡的防卫力量与如此庞大军势的地方。

§76.3

οὐδὲν γὰρ ἁμάρτημα Πομπηΐου μεῖζον οὐδὲ δεινότερον στρατήγημα Καίσαρος ἢ τὸ τὴν μάχην οὕτω μακρὰν ἀποσπάσασθαι τῆς ναυτικῆς βοηθείας, οὐ μὴν ἀλλʼ ἐκ τῶν παρόντων κρίνειν τι καὶ πράττειν ἀναγκαζόμενος, ἐπὶ τὰς πόλεις περιέπεμπε τὰς δʼ αὐτὸς περιπλέων ᾔτει χρήματα καὶ ναῦς ἐπλήρου. τὴν δʼ ὀξύτητα τοῦ πολεμίου καὶ τὸ τάχος δεδοικώς, μὴ προαναρπάσῃ τῆς παρασκευῆς αὐτὸν ἐπελθών,2 ἐσκόπει καταφυγὴν ἐπὶ τῷ παρόντι καὶ ἀναχώρησιν.

事实上,庞培最大的过失,以及恺撒最巧妙的谋略,莫过于将战事拉扯到如此远离海军支援的地方。然而,迫于现状必须作出裁决并采取行动,庞培派人前往各城,自己也沿海航行征集钱财并给船只补充人员。但他惧怕敌人的敏锐与迅疾,担心对方趁势进击在自己准备妥当之前将其擒获,因而考虑目前的藏身避难之所。

§76.4

ἐπαρχία μὲν οὖν οὐδεμία φύξιμος ἐφαίνετο βουλευομένοις αὐτοῖς, τῶν δὲ βασιλειῶν αὐτὸς μὲν ἀπέφαινε τὴν Πάρθων ἱκανωτάτην οὖσαν ἔν τε τῷ παρόντι δέξασθαι καὶ περιβαλεῖν σφᾶς ἀσθενεῖς ὄντας, αὖθίς τε ῥῶσαι καὶ προπέμψαι μετὰ πλείστης δυνάμεως·

在他们商议之时,没有任何行省显得安全可行;但在各王国中,他自己指出帕提亚人的王国最有能力在当下接纳并庇护软弱的他们,并在日后使他们恢复力量并率最庞大的军力出发。

§76.5

τῶν δʼ ἄλλων οἱ μὲν εἰς Λιβύην καὶ Ἰόβαν ἔτρεπον τὴν γνώμην, Θεοφάνει δὲ τῷ Λεσβίῳ μανικὸν ἐδόκει τριῶν ἡμερῶν πλοῦν ἀπέχουσαν Αἴγυπτον ἀπολιπόντα καὶ Πτολεμαῖον, ἡλικίαν μὲν ἀντίπαιδα, φιλίας δὲ καὶ χάριτος πατρῴας ὑπόχρεων, Πάρθοις ὑποβαλεῖν ἑαυτόν, ἀπιστοτάτῳ γένει, καὶ Ῥωμαίῳ μὲν ἀνδρὶ κηδεστῇ γενομένῳ τὰ δεύτερα λέγοντα πρῶτον εἶναι τῶν ἄλλων μὴ θέλειν μηδὲ πειρᾶσθαι τῆς ἐκείνου μετριότητος, Ἀρσάκην δὲ ποιεῖσθαι κύριον ἑαυτοῦ τὸν μηδὲ Κράσσου δυνηθέντα ζῶντος· καὶ γυναῖκα νέαν οἴκου τοῦ Σκηπίωνος εἰς βαρβάρους κομίζειν ὕβρει καὶ ἀκολασίᾳ τὴν ἐξουσίαν μετροῦντας, ᾗ, κἂν μὴ πάθῃ, δόξῃ δὲ παθεῖν, δεινόν ἐστιν ἐπὶ τοῖς ποιῆσαι δυναμένοις γενομένῃ,3 τοῦτο μόνον, ὥς φασιν, ἀπέτρεψε τῆς ἐπὶ τὸν Εὐφράτην ὁδοῦ Πομπήϊον4 εἰ δή τις ἔτι Πομπηΐου λογισμός, ἀλλʼ οὐχὶ δαίμων ἐκείνην ὑφηγεῖτο τὴν ὁδόν.

其他各人中,有的将注意力转向利比亚和朱巴;但对莱斯博斯人泰奥法内斯而言显得疯狂的是:放弃距离仅三天航程的埃及以及年幼尚轻、受恩于父辈情谊与恩德的托勒密,而将自己置于帕提亚人这一最不可信的种族手中;不愿意退居曾为姻亲的罗马人之下而位列其余所有人之上,也不愿去试探其人的宽宏,反而让在克拉苏活着时连主宰他都未能做到的阿尔萨息成为自己的主宰;并把一位出身西庇阿家族的年轻妻子带往以暴虐与放纵来衡量权势的蛮族当中——对她而言,即使未遭蹂躏,仅仅是落入有能力施暴之人手中而被认为遭受了蹂躏,便已是可怕之事——据称,唯有此点打消了庞培前往幼发拉底河的念头;如果这当真是出自庞培自身的理智,而并非神意在引导他走上那条道路的话。

语法注4 条
  1. 76.2καταμεμφόμενος ἑαυτὸν ἐκβιασθέντα τῷ πεζῷ συμβαλεῖν, τῇ δὲ κρείττονι ἀδηρίτως δυνάμει πρὸς μηδὲν ἀποχρήσασθαι μηδὲ περιορμίσαι τὸ ναυτικόν

    紧随 καταμεμφόμενος 之后的结构核心在于反身代词宾格 ἑαυτόν 与被动分词 ἐκβιασθέντα 一致(“自责自己被迫……”),其后并列的不定式 ἀποχρήσασθαι 和 περιορμίσαι 共享 ἑαυτόν 作为逻辑主语。不定式 συμβαλεῖν 依附于 ἐκβιασθέντα,而带有否定词(πρὸς μηδὲν / μηδέ)的后两个不定式则表达了他自责的具体内容(未能利用及停泊舰队)。

  2. 76.3μὴ προαναρπάσῃ τῆς παρασκευῆς αὐτὸν ἐπελθών

    由表示担忧的动词 δεδοικώς 引出的惧怕从句(μή 搭配虚拟语气)。属格 τῆς παρασκευῆς 与动词 προαναρπάσῃ 中的前缀 προ- 呼应,作表示比较或在先的分离属格,意为“先于其准备工作(在准备就绪之前)”。αὐτόν 是 προαναρπάσῃ 的直接宾语,ἐπελθών 则是与主语(敌人)一致的分词。

  3. 76.6ᾗ, κἂν μὴ πάθῃ, δόξῃ δὲ παθεῖν, δεινόν ἐστιν ἐπὶ τοῖς ποιῆσαι δυναμένοις γενομένῃ

    与格关系代名词 ᾗ 指代先行词 γυναῖκα νέαν(妻子科尔内利亚),并在 δεινόν ἐστιν 中充当基准与格。分词 γενομένῃ 与 ᾗ 一致,含有条件或时间含义(“一旦落入……手中”)。插入的从句 κἂν μὴ πάθῃ, δόξῃ δὲ παθεῖν 为让步状语(“即便未曾受害,仅被认为受害”)。介词短语 ἐπὶ τοῖς ποιῆσαι δυναμένοις 意为“处于有能力施加此类暴行之人(蛮族)的控制之下”。

  4. 76.5Θεοφάνει δὲ τῷ Λεσβίῳ μανικὸν ἐδόκει ... τοῦτο μόνον, ὥς φασιν, ἀπέτρεψε τῆς ἐπὶ τὸν Εὐφράτην ὁδοῦ Πομπήϊον

    长篇破格句(anacoluthon)。全句始于 Θεοφάνει ... μανικὸν ἐδόκει(“在泰奥法内斯看来是疯狂的”),并由此引出一系列从属不定式短语(ἀπολιπόντα ... ὑποβαλεῖν, μὴ θέλειν μηδὲ πειρᾶσθαι, ποιεῖσθαι, κομίζειν)。行至句末,并未按照原结构完成谓语,而是由主格指示代词 τοῦτο μόνον 概括性地承接上述所有论点与警示,充当主句动词 ἀπέτρεψε ... Πομπήϊον 的主语来完成全句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:76.1-76.6