- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:75.1-75.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培抚慰绝望的妻子科尔内莉亚并誓言再试命运,劝告米蒂利尼人归顺恺撒,并与哲学家克拉提波斯简短探讨了天命。
ταῦτα εἰπεῖν τὴν Κορνηλίαν λέγουσι, τὸν δὲ Πομπήϊον ἀποκρίνασθαι μίαν ἄρα, Κορνηλία, τύχην ᾔδεις τὴν ἀμείνονα, ἣ καὶ σὲ ἴσως ἐξηπάτησεν, ὅτι μοι χρόνον πλείονα τοῦ συνήθους παρέμεινεν. ἀλλὰ καὶ ταῦτα δεῖ φέρειν γενομένους ἀνθρώπους,1 καὶ τῆς τύχης ἔτι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων ἀναλαβεῖν ἐκεῖνα τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον.2
据说科尔内莉亚说了这番话,而庞培则回答道: “那么,科尔内莉亚,你此前所知晓的便只有一种运气,即较好的运气;它之所以也许把你也骗过了,是因为它伴随我的时间比寻常更久。然而既然生而为人,就必须承受这些,并且还要再去尝试运道。因为从往昔的盛境沦落到如今地步的人,要从如今的地步重新赢回往昔的盛境,并非全无希望。”
ἡ μὲν οὖν γυνὴ μετεπέμπετο χρήματα καὶ θεράποντας ἐκ πόλεως· τῶν δὲ Μιτυληναίων τὸν Πομπήϊον ἀσπασαμένων καὶ παρακαλούντων εἰσελθεῖν εἰς τὴν πόλιν, οὐκ ἠθέλησεν, ἀλλὰ κἀκείνους ἐκέλευσε τῷ κρατοῦντι πείθεσθαι καὶ θαρρεῖν εὐγνώμονα γὰρ εἶναι Καίσαρα καὶ χρηστόν.
于是,他的妻子便派人从城中取来财物与仆人;尽管米蒂利尼人向庞培致敬并力邀他进城,但他并未同意,反而吩咐他们也要服从胜者,并放宽心,因为恺撒是通情达理且仁善的。
αὐτὸς δὲ πρὸς Κράτιππον τραπόμενος τὸν φιλόσοφον κατέβη γὰρ ἐκ τῆς πόλεως ὀψόμενος αὐτόν, ἐμέμψατο καὶ συνδιηπόρησε βραχέα περὶ τῆς προνοίας, ὑποκατακλινομένου τοῦ Κρατίππου καὶ παράγοντος αὐτὸν ἐπὶ τὰς ἀμείνονας ἐλπίδας, ὅπως μὴ λυπηρὸς μηδὲ ἄκαιρος ἀντιλέγων εἴη.
庞培自己则转向哲学家克拉提波斯(因他特地从城里下来探视庞培),对天命流露出埋怨之意,并简短地探讨了关于天命的困惑;而克拉提波斯则委曲迁就,引导他转向较好的希望,免得因反唇相讥而显得逆耳或不识时务。
ἐπεὶ τὸ μὲν ἐρέσθαι τὸν Πομπήϊον ἦν3 ὑπὲρ τῆς προνοίας, τὸν δʼ ἀποφαίνεσθαι ὅτι τοῖς πράγμασιν ἤδη μοναρχίας ἔδει διὰ τὴν κακοπολιτείαν ἐρέσθαι δέ· πῶς, ὦ Πομπήϊε, καὶ τίνι τεκμηρίῳ πεισθῶμεν ὅτι βέλτιον ἂν σὺ τῇ τύχῃ Καίσαρος ἐχρήσω κρατήσας; ἀλλὰ ταῦτα μὲν ἐατέον ὥσπερ ἔχει, τὰ τῶν θεῶν.
因为一方面庞培本可以就天命发问,而另一方〔克拉提波斯〕本可以指出由于弊政的缘故,当时政局已然亟需君主制,并且质问道: “庞培啊,我们该如何、凭何证据才能相信,假若你成了胜利者,便能比恺撒更好地运用这份运道呢?” 然而,属于诸神的这些事情,应当照原样搁置。
- 75.1γενομένους ἀνθρώπους
在非人称动词 δεῖ 所支配的不定词 φέρειν 中充当意义上的主语的宾格。此处用复数表示一般泛指:“作为生而为人者”。
- 75.1ἐκ τούτων ἀναλαβεῖν ἐκεῖνα τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον
近指代词(τούτων / τούτοις,指当前的逆境)与远指代词(ἐκεῖνα / ἐκείνων,指往昔的盛境)之间形成的修辞性交错对比。句子主干为 οὐ γὰρ ἀνέλπιστον [ἐστι](并非不可期盼)后接带宾格主语的主词分词短语(τὸν ... γενόμενον)及不定词短语(ἐκ τούτων ἀναλαβεῖν ἐκεῖνα)。
- 75.4ἐπεὶ τὸ μὲν ἐρέσθαι τὸν Πομπήϊον ἦν
未完成过去时 ἦν 搭配不定词(ἐρέσθαι, ἀποφαίνεσθαι)表示过去未实现的潜在可能(“本可以……”)。τὸν Πομπήϊον 是第一个不定词 ἐρέσθαι 的逻辑主语(“庞培发问”),与之相对的 τὸν δʼ(指克拉提波斯)则是 ἀποφαίνεσθαι 与第二个 ἐρέσθαι 的逻辑主语。
