← 普鲁塔克

庞培传

§74.1-74.3

庞培抵达米蒂利尼与妻子科尔内莉亚相见

庞培抵达米蒂利尼接取家眷;妻子科尔内莉亚经由使者得知战败消息后悲恸欲绝地奔赴海滩,痛哭悔叹自己的恶运给丈夫带来了覆顶之灾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74.1

οὕτω δὲ παραπλεύσας ἐπʼ Ἀμφιπόλεως ἐκεῖθεν εἰς Μιτυλήνην ἐπεραιοῦτο, βουλόμενος τὴν Κορνηλίαν ἀναλαβεῖν καὶ τὸν υἱόν. ἐπεὶ δὲ προσέσχε τῇ νήσῳ κατʼ αἰγιαλόν, ἔπεμψεν εἰς πόλιν ἄγγελον, οὐχ ὡς ἡ Κορνηλία προσεδόκα1 τοῖς πρὸς χάριν ἀπαγγελλομένοις καὶ γραφομένοις, ἐλπίζουσα τοῦ πολέμου κεκριμένου περὶ Δυρράχιον ἔτι λοιπὸν ἔργον εἶναι Πομπηΐῳ τὴν Καίσαρος δίωξιν.

〔庞培〕就这样沿海航向安菲波利斯,又从那里渡海前往米蒂利尼,意在接上科尔内莉亚和儿子。当他在该岛的一处海滩靠岸时,便派遣使者前往城中;但这绝非科尔内莉亚根据那些迎合人心的捷报与书信所期盼的光景,因她原本满心以为战争已在迪拉基乌姆决出胜负,留给庞培的唯一余事便只是追剿恺撒而已。

§74.2

ἐν τούτοις οὖσαν αὑτὴν καταλαβὼν ὁ ἄγγελος ἀσπάσασθαι μὲν οὐχ ὑπέμεινε, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν κακῶν τοῖς δάκρυσι μᾶλλον ἢ τῇ φωνῇ φράσας σπεύδειν ἐκέλευσεν, εἰ βούλεταί πως Πομπήϊον ἰδεῖν ἐπὶ νεὼς μιᾶς καὶ ἀλλοτρίας, ἡ δὲ ἀκούσασα προήκατο μὲν αὑτὴν χαμᾶζε καὶ πολὺν χρόνον ἔκφρων καὶ ἄναυδος ἔκειτο, μόλις δέ πως ἔμφρων γενομένη καὶ συννοήσασα τὸν καιρὸν οὐκ ὄντα θρήνων καὶ δακρύων, ἐξέδραμε διὰ τῆς πόλεως ἐπὶ θάλατταν.

使者寻见深陷于这般指望中的科尔内莉亚,甚至不忍向她行致意之礼,比起言语,他更多地是用眼泪道出了灾祸的绝大部分与最深沉之处,催促她若还想见一见身处一条别家孤舟之上的庞培,就千万快点动身。她闻言顿将自身摔仆于地,长久昏聩失语地瘫卧着;但她好不容易才勉强回过神来,意识到此刻并非哀恸垂泪之时,便径直奔穿全城赶往海滨。

§74.3

ἀπαντήσαντος δὲ τοῦ Πομπηΐου καὶ δεξαμένου ταῖς ἀγκάλαις αὑτὴν ὑπερειπομένην καὶ περιπίπτουσαν, ὁρῶ σε, εἶπεν, ἄνερ, οὐ τῆς σῆς τύχης ἔργον, ἀλλὰ τῆς ἐμῆς, προσερριμμένον ἑνὶ σκάφει τὸν πρὸ τῶν Κορνηλίας γάμων2 πεντακοσίαις ναυσὶ ταύτην περιπλεύσαντα τὴν θάλασσαν, τί μʼ ἦλθες ἰδεῖν καὶ οὐκ ἀπέλιπες τῷ βαρεῖ δαίμονι τὴν καὶ σὲ δυστυχίας ἀναπλήσασαν τοσαύτης; ὡς εὐτυχὴς μὲν ἂν ἤμην γυνὴ πρὸ τοῦ Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον ἄνδρα κείμενον ἀποθανοῦσα, σώφρων δὲ καὶ μετʼ ἐκεῖνον, ὥσπερ ὥρμησα, τὸν ἐμαυτῆς προεμένη βίον ἐσωζόμην δʼ ἄρα3 καὶ Πομπηΐῳ Μάγνῳ συμφορὰ γενέσθαι.

庞培迎上前去,一把将虚脱倒下、扑入怀中的她抱在臂弯里,“我看着你,”她说道,“夫君,不是因你的运道,而是因我的运道作祟,竟沦落困顿于一条孤舟——而在与科尔内莉亚联姻之前,你曾率五百艘战舰巡航于这片海域!你为何偏要来见我,而不是将这个累及你也蒙受如此大难的女人抛撇给她沉重的恶运呢?若在听闻青春原配普布利乌斯陈尸帕提亚之前就已死去,我该是个多么幸运的妇人啊;又或是在他死后,照我起初的念头弃绝自己的生命,我亦是个本分的女子;然而结果呢,我活下来,竟是为了也成为庞培·马格努斯的一场灾祸。”

语法注3 条
  1. 74.1οὐχ ὡς ἡ Κορνηλία προσεδόκα

    修饰主句 ἔπεμψεν ἄγγελον 的否定方式副词短语,意指信使带来的情形“并非如科尔内莉亚所预期的那样”。紧随其后的 τοῖς πρὸς χάριν ἀπαγγελλομένοις 是表示原因或依据的与格(“凭借曲意逢迎的禀报”),突出了她的预期与严酷现实之间的鲜明落差。

  2. 74.3τὸν πρὸ τῶν Κορνηλίας γάμων

    说话者科尔内莉亚用第三人称称呼自己的修辞手法(自称客体化)。通过将自己客观化,戏剧性地强调了与自己的婚姻正是庞培从昔日辉煌跌入如今惨败的命运转折点。宾格短语 τὸν... περιπλεύσαντα 作为前面宾语代词 σε 的同格成分。

  3. 74.3ἐσωζόμην δʼ ἄρα

    与前面的与事实相反的虚拟条件句(ὡς εὐτυχὴς μὲν ἂν ἤμην... σώφρων δὲ...)形成对比的未完成过去时直陈语气。助词 ἄρα 表达讽刺性的残酷真相(“到头来竟是”、“原来”),表明她侥幸苟活(ἐσωζόμην)的真正命运结局,仅仅是注定要成为给庞培带来厄运的根源(不定式 γενέσθαι 表结果/目的)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:74.1-74.3