- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:73.1-73.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法萨卢斯战败后,庞培率极少数随从逃亡,经坦佩峡谷抵达海滨,登上了曾于梦中预见其落魄之态的船长佩蒂基乌斯的商船;同行的法沃尼乌斯放下身段,如仆人般悉心照料庞培的生活起居。
Πομπήϊος δὲ μικρὸν ἔξω τοῦ χάρακος προελθὼν τὸν μὲν ἵππον ἀφῆκεν, ὀλίγων δὲ κομιδῇ περὶ αὑτὸν ὄντων, ὡς οὐδεὶς ἐδίωκεν, ἀπῄει καθʼ ἡσυχίαν, ἐν διαλογισμοῖς ὢν οἵους εἰκὸς λαμβάνειν ἄνθρωπον ἔτη τέτταρα καὶ τριάκοντα νικᾶν καὶ κρατεῖν ἁπάντων εἰθισμένον, ἥττης δὲ καὶ φυγῆς τότε πρῶτον ἐν γήρᾳ λαμβάνοντα πεῖραν, ἐννοούμενον δὲ ἐξ ὅσων ἀγώνων καὶ πολέμων ηὐξημένην ἀποβαλὼν ὥρᾳ μιᾷ δόξαν καὶ δύναμιν, ὁ πρὸ μικροῦ τοσούτοις ὅπλοις καὶ ἵπποις καὶ στόλοις δορυφορούμενος ἀπέρχεται μικρὸς οὕτω γεγονὼς καὶ συνεσταλμένος ὥστε λανθάνειν ζητοῦντας τοὺς πολεμίους,1 παραμειψάμενος δὲ Λάρισσαν, ὡς ἦλθεν ἐπὶ τὰ Τέμπη, καταβαλὼν ἑαυτὸν ἐπὶ στόμα δεδιψηκὼς ἔπινε τοῦ ποταμοῦ, καὶ πάλιν ἀναστὰς ἐβάδιζε διὰ τῶν Τεμπῶν, ἄχρι οὗ κατῆλθεν ἐπὶ θάλατταν.
庞培出营不远,便放掉了坐骑;由于身旁跟从者寥寥无几,且并无追兵,他便从容退去,心中沉浸于这般思绪之中——这种思绪正如一个三十四年来习惯了战无不胜、统御万方的人,到了暮年才初次尝受失败与溃逃之苦,思忖着自己历经无数次抗争与征战所积聚的声望与权势,竟在短短一小时内化为乌有;方才还受如此众多的铁甲、战骑与船队护卫的他,如今离去时竟变得这般渺小蜷曲,以至于搜捕他的敌人都无法察觉。他绕过拉里萨,来到坦佩峡谷,因口渴难耐便伏面于地,畅饮河水,随后重新起身穿过坦佩,直至来到海滨。
ἐκεῖ δὲ τῆς νυκτὸς τὸ λοιπὸν ἀναπαυσάμενος ἐν καλυβίῳ τινὶ σαγηνέων, καὶ περὶ τὸν ὄρθρον ἐπιβὰς ποταμίου πλοίου, καὶ τῶν ἑπομένων τοὺς ἐλευθέρους ἀναλαβὼν, τοὺς δὲ θεράποντας ἀπιέναι πρὸς Καίσαρα κελεύσας καὶ μὴ δεδιέναι, παρὰ γῆν κομιζόμενος εἶδεν εὐμεγέθη φορτηγὸν ἀνάγεσθαι μέλλουσαν, ἧς ἐναυκλήρει Ῥωμαῖος ἀνὴρ οὐ πάνυ Πομπηΐῳ συνήθης, γινώσκων δὲ τὴν ὄψιν αὐτοῦ· Πετίκιος ἐπεκαλεῖτο.
他在那里的一间围网渔民的窝棚中歇息了残夜,拂晓时分登上了一条内河小艇,带上了追随者中的自由民,而吩咐仆役们前往恺撒那里去、切勿畏惧;沿着海岸航行时,他望见一艘相当大的商船正准备起锚出海。掌管此船的是个罗马人,与庞培并无深交,但识得其容貌,名字叫作佩蒂基乌斯。
τούτῳ συνεβεβήκει τῆς παρῳχημένης νυκτὸς ἰδεῖν κατὰ τοὺς ὕπνους Πομπήϊον, οὐχ ὃν ἑωράκει πολλάκις, ἀλλὰ ταπεινὸν καὶ κατηφῆ, προσδιαλεγόμενον αὐτῷ. καὶ ταῦτα τοῖς συμπλέουσιν ἐτύγχανε διηγούμενος, ὡς δὴ φιλεῖ περὶ πραγμάτων τηλικούτων λόγον ἔχειν ἀνθρώπους σχολὴν ἄγοντας.
原来此人在前夜的梦中恰巧见到了庞培,却非平日屡见的那副威仪,而是卑微颓唐地同他交谈。他正向同舟之人讲述此事,正如闲居无事之人惯常议论这等大事一般。
ἐξαίφνης δέ τις τῶν ναυτῶν ἔφρασε κατιδὼν ὅτι πλοῖον ποτάμιον ἀπὸ τῆς γῆς ἐρέσσεται καὶ κατασείουσί τινες ἄνθρωποι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀρέγουσι πρὸς αὐτούς, ἐπιστήσας οὖν ὁ Πετίκιος εὐθὺς ἔγνω τὸν Πομπήϊον, οἷον ὄναρ εἶδε· καὶ πληξάμενος τὴν κεφαλὴν ἐκέλευσε τοὺς ναύτας τὸ ἐφόλκιον παραβαλεῖν, καὶ τὴν δεξιὰν ἐξέτεινε καὶ προσεκάλει τὸν Πομπήϊον, ἤδη συμφρονῶν τῷ σχήματι τὴν τύχην καὶ μεταβολὴν τοῦ ἀνδρός.
蓦地,一名水手望见后禀告说,一条河船正从陆地划来,船上有人挥动着衣袍,向他们伸出双手。佩蒂基乌斯凝神注目,立刻认出了庞培,与梦中所见一模一样;他拍打自己的头,命水手将接引艇靠过去,伸出右手招呼庞培登船,从其神态仪容中已然明了其人的命运与剧变。
ὅθεν οὔτε παράκλησιν ἀναμείνας οὔτε λόγον, ἀλλʼ ἀναλαβὼν ὅσους ἐκέλευσε μετʼ αὐτοῦ (Λέντουλοι δὲ ἦσαν ἀμφότεροι καὶ Φαώνιος) ἀνήχθη· καὶ μικρὸν ὕστερον ἰδόντες ἀπὸ γῆς ἁμιλλώμενον Δηϊόταρον τὸν βασιλέα προσαναλαμβάνουσιν. ἐπεὶ δὲ καιρὸς ἦν δείπνου καὶ παρεσκεύασεν ὁ ναύκληρος ἐκ τῶν παρόντων, ἰδὼν ὁ Φαώνιος οἰκετῶν ἀπορίᾳ τὸν Πομπήϊον ἀρχόμενον αὑτὸν ὑπολύειν προσέδραμε καὶ ὑπέλυσε καὶ συνήλειψε.
于是,他不待恳求也无需赘言,便接引了庞培命其同行的所有人(那是两位伦图卢斯与法沃尼乌斯),随即扬帆起航;不久之后,他们看到戴奥塔罗斯国王从陆上奔来,便也将其接上船。到了进晚膳的时刻,船长就手头现成之物备齐餐食,法沃尼乌斯见因无仆役伺候,庞培正要亲自脱履,便快步上前代为脱去,并为其涂油按摩。
καὶ τὸ λοιπὸν ἐκ τούτου περιέπων καὶ θεραπεύων ὅσα δεσπότας δοῦλοι, μέχρι νίψεως ποδῶν καὶ δείπνου παρασκευῆς, διετέλεσεν, ὥστε τὴν ἐλευθεριότητα τῆς ὑπουργίας ἐκείνης θεασάμενον ἄν τινα καὶ τὸ ἀφελὲς καὶ ἄπλαστον εἰπεῖν·2 "φεῦ τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν."
自此以后,他始终照料服侍着庞培,凡奴仆侍奉主人之事无不躬亲,直至濯足与备餐,以致任谁若是目睹此种效劳之豁达坦荡与质朴纯真,都会说道: “嗟乎,高贵之人,行事无不美好!”
- 73.1ἐν διαλογισμοῖς ὢν οἵους εἰκὸς λαμβάνειν ἄνθρωπον ἔτη τέτταρα καὶ τριάκοντα νικᾶν καὶ κρατεῖν ἁπάντων εἰθισμένον, ἥττης δὲ καὶ φυγῆς τότε πρῶτον ἐν γήρᾳ λαμβάνοντα πεῖραν, ἐννοούμενον δὲ ἐξ ὅσων ἀγώνων καὶ πολέμων ηὐξημένην ἀποβαλὼν ὥρᾳ μιᾷ δόξαν καὶ δύναμιν, ὁ πρὸ μικροῦ τοσούτοις ὅπλοις καὶ ἵπποις καὶ στόλοις δορυφορούμενος ἀπέρχεται μικρὸς οὕτω γεγονὼς καὶ συνεσταλμένος ὥστε λανθάνειν ζητοῦντας τοὺς πολεμίους
由关系代词 οἵους(修饰先行词 διαλογισμοῖς)引导的长句结构。不定式 λαμβάνειν 的逻辑主语为 ἄνθρωπον,其后接三个并列的分词 εἰθισμένον、λαμβάνοντα 和 ἐννοούμενον 加以修饰。分词 ἐννοούμενον 进一步引出其思考的具体内容(即从 ὁ πρὸ μικροῦ 起至句末),转用生动的现在时直陈式(ἀπέρχεται),活画出庞培内心的自省与凄凉。
- 73.7ὥστε τὴν ἐλευθεριότητα τῆς ὑπουργίας ἐκείνης θεασάμενον ἄν τινα καὶ τὸ ἀφελὲς καὶ ἄπλαστον εἰπεῖν
在 ὥστε 引导的结果从句(接不定式 εἰπεῖν)中包含表示潜势/虚拟的 ἄν。不定式 εἰπεῖν 的逻辑主语为不定代词宾格 τινά,分词 θεασάμενον 与之在格位上保持一致,带有条件意味(“若有人见到”)。ἄν 与不定式连用,相当于虚拟条件句的主句(“任何人都会说”)。
