- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:72.1-72.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知骑兵溃败后,庞培失魂落魄地退回营帐,并在敌军突入营垒后更衣潜逃;恺撒的军队攻陷大营,亲见敌军狂妄奢华的宴饮布置。
τραπομένων δὲ τούτων, ὡς κατεῖδε τὸν κονιορτὸν ὁ Πομπήϊος καὶ τὸ περὶ τοὺς ἱππέας πάθος εἴκασεν, ᾧ μὲν ἐχρήσατο λογισμῷ χαλεπὸν εἰπεῖν,1 μάλιστα δὲ ὅμοιος παράφρονι καὶ παραπλῆγι τὴν διάνοιαν, καὶ μηδʼ ὅτι Μάγνος ἐστὶ Πομπήϊος ἐννοοῦντι,2 μηδένα προσειπὼν ἀπῄει βάδην εἰς τὸν χάρακα, πάνυ τοῖς ἔπεσι πρέπων ἐκείνοις·
当这些骑兵溃逃后,庞培望见尘土飞扬,便推测出骑兵遭遇的惨祸;很难说他当时究竟抱有怎样的考量,但他全如丧失理智、心神僵滞之人,甚至不念及自己就是伟大的庞培,未向任何人说一句话,便缓步退入营垒,完全吻合那几句诗所描绘的情景:
" Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε· στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου." τοιοῦτος εἰς τὴν σκηνὴν παρελθὼν ἄφθογγος καθῆστο, μέχρι οὗ τοῖς φεύγουσι πολλοὶ διώκοντες συνεισέπιπτον τότε δὲ φωνὴν μίαν ἀφεὶς ταύτην, οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν;3 ἄλλο δὲ μηδὲν εἰπών ἀναστὰς καὶ λαβὼν ἐσθῆτα τῇ παρούσῃ τύχῃ πρέπουσαν ὑπεξῆλθεν.
“高居御座的父神宙斯却使埃阿斯心生恐惧; 他惊骇止步,将七层牛皮的巨盾转至身后, 环顾敌阵,颤栗着退去。” 他以这般神态步入营帐,默默无言地端坐着,直至众多追兵同逃卒一同冲将进来;这时他才吐出仅有的一句: “怎么,竟然杀到了营垒?” 此外他未发一言,起身换上符合眼下际遇的便服,悄然溜走。
ἔφυγε δὲ καὶ τὰ λοιπὰ τάγματα, καὶ φόνος ἐν τῷ στρατοπέδῳ πολὺς ἐγένετο σκηνοφυλάκων καὶ θεραπόντων στρατιώτας δὲ μόνους ἑξακισχιλίους πεσεῖν φησιν Ἀσίννιος Πολλίων, μεμαχημένος ἐκείνην τὴν μάχην μετὰ Καίσαρος.
其余各军团亦纷纷溃散,留在营地看守营帐的守卫与仆役遭到了大肆屠戮;但与恺撒一同经历了那场战役的阿西尼乌斯·波利奥称,阵亡的兵卒仅有六千人。
αἱροῦντες δὲ τὸ στρατόπεδον ἐθεῶντο τὴν ἄνοιαν καὶ κουφότητα τῶν πολεμίων, πᾶσα γὰρ σκηνὴ μυρσίναις κατέστεπτο καὶ στρωμναῖς ἀνθιναῖς ἤσκητο καὶ τραπέζαις ἐκπωμάτων μεσταῖς καὶ κρατῆρες οἴνου προὔκειντο, καὶ παρασκευὴ καὶ κόσμος ἦν τεθυκότων καὶ πανηγυριζόντων μᾶλλον ἢ πρὸς μάχην ἐξοπλιζομένων. οὕτω ταῖς ἐλπίσι διεφθαρμένοι καὶ γέμοντες ἀνοήτου θράσους ἐπὶ τὸν πόλεμον ἐχώρουν.
在攻占大营之际,恺撒的士卒亲眼目睹了敌人的愚昧与轻浮;因为每一顶营帐都饰以香桃木枝,铺设着绣花卧榻,摆放着摆满饮器的几案,并备有调酒用的大瓮,整套排场与修饰与其说是整装待发的战士之营,倒不如说是举行祭献、纵情欢宴之徒的盛宴。他们就是这般被虚妄的期待蒙蔽心智,怀着愚妄的盲目自负开赴战场的。
- 72.1ᾧ μὲν ἐχρήσατο λογισμῷ χαλεπὸν εἰπεῖν
关系词 ᾧ 将其名词 λογισμῷ 纳入从句中,起到间接疑问句的作用(“他运用了何种思虑”),作非人称谓语 χαλεπὸν [ἐστί] εἰπεῖν(“难以言说”)的主语从句/宾语从句。
- 72.1μάλιστα δὲ ὅμοιος παράφρονι καὶ παραπλῆγι τὴν διάνοιαν, καὶ μηδʼ ὅτι Μάγνος ἐστὶ Πομπήϊος ἐννοοῦντι
形容词 ὅμοιος 支配三个与格补足语 παράφρονι、παραπλῆγι 以及分词 ἐννοοῦντι。宾格名词 τὴν διάνοιαν 是限制宾格/关系宾格(“在心智/理性上”),用以修饰 παράφρονι 与 παραπλῆγι。
- 72.2οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβολήν ;
紧迫情境下的极度省略疑问/感叹句,介词短语 ἐπὶ τὴν παρεμβολήν(“甚至针对营垒”)后省略了动词(如 ἔρχονται 等)。语气词 οὐκοῦν 在此引出带有惊诧或激愤意味的反问(“难道甚至杀到了营地吗?”)。
