← 普鲁塔克

庞培传

§71.1-71.6

法萨卢斯交战与庞培骑兵的溃败

在法萨卢斯战役中,克拉西亚努斯率先冲锋并英勇战死;与此同时,恺撒以预先伏设的步兵以标枪直刺敌骑兵面部,击溃庞培的骑兵并从侧翼包抄摧毁了敌步兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§71.1

ὡς δʼ οὖν τὸ Φαρσάλιον πεδίον ἀνδρῶν καὶ ἵππων καὶ ὅπλων ἀνεπέπληστο καὶ μάχης ἤρθη παρʼ ἀμφοτέρων σημεῖα, πρῶτος ἐκ τῆς Καίσαρος φάλαγγος ἐξέδραμε Γάϊος Κρασσιανός, ἀνδρῶν ἑκατὸν εἴκοσι λοχαγῶν, μεγάλην ἀποδιδοὺς ὑπόσχεσιν Καίσαρι.

总之,当法萨卢斯平原已被士卒、战马和兵刃填满,双方都升起战斗的信号时,盖乌斯·克拉西亚努斯率领一百二十人作为百夫长,第一个从恺撒的方阵中冲杀而出,以践行向恺撒许下的大愿。

§71.2

πρῶτον γὰρ αὐτὸν ἐξιὼν τοῦ χάρακος εἶδε, καὶ προσαγορεύσας ἤρετο πῶς φρονοίη περὶ τῆς μάχης, ὁ δὲ τὴν δεξιὰν προτείνας ἀνεβόησε· νικήσεις λαμπρῶς, ὦ Καῖσαρ· ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ νεκρὸν ἐπαινέσεις. τούτων τῶν λόγων μεμνημένος ἐξώρμησε καὶ συνεπεσπάσατο πολλοὺς καὶ προσέβαλε κατὰ μέσους τοὺς πολεμίους.

因为当恺撒出营时首先见到了他,招呼并询问他对这场战斗有何想法;克拉西亚努斯伸出右手高呼道: “恺撒,你必将辉煌地取胜;而我,今天不论是生是死,都必将蒙你称赞。” 他牢记这番话,奋勇出击,带着许多人一同冲锋,直扑敌军中央。

§71.3

γενομένου δὲ τοῦ ἀγῶνος εὐθὺς ἐν ξίφεσι καὶ πολλῶν φονευομένων, βιαζόμενον πρόσω καὶ διακόπτοντα τοὺς πρώτους ὑποστάς τις ὠθεῖ διὰ τοῦ στόματος τὸ ξίφος, ὥστε τὴν αἰχμὴν περάσασαν ἀνασχεῖν κατὰ τὸ ἰνίον. πεσόντος δὲ τοῦ Κρασσιανοῦ, κατὰ τοῦτο μὲν ἦν ἰσόρροπος ἡ μάχη, τὸ δὲ δεξιὸν ὁ Πομπήϊος οὐ ταχέως ἐπῆγεν, ἀλλὰ παπταίνων ἐπὶ θάτερα καὶ τὸ τῶν ἱππέων ἀναμένων ἔργον ἐνδιέτριβεν.

战斗随即进入短兵相接的白刃战,死伤枕藉;正当他奋力向前推进、砍杀前排敌兵时,一人迎面挺身而立,将长剑刺入他的口中,以致剑尖穿透而自后颈突出。克拉西亚努斯倒下后,这一局部的战局尚且旗鼓相当;然而庞培并未迅速推进其右翼,反而不住地望向另一侧,消磨时间以等待骑兵的战果。

§71.4

ἤδη δὲ ἐκεῖνοι τοὺς οὐλαμοὺς ἀνῆγον ὡς κυκλωσόμενοι τὸν Καίσαρα, καὶ τοὺς προτεταγμένους ἱππεῖς ὀλίγους ὄντας ἐμβαλοῦντες εἰς τὴν φάλαγγα. Καίσαρος δὲ σημεῖον ἄραντος, οἱ μὲν ἱππεῖς ἐξανεχώρησαν, αἱ δὲ ἐπιτεταγμέναι σπεῖραι πρὸς τὴν κύκλωσιν ἐκδραμοῦσαι, τρισχίλιοι ἄνδρες, ὑπαντιάζουσι τοὺς πολεμίους, καὶ παριστάμενοι καθʼ ἵππων, ὡς ἐδιδάχθησαν, ὑψηλοῖς ἐχρῶντο τοῖς ὑσσοῖς,1 ἐφιέμενοι τῶν προσώπων.

此时那些骑兵正率领各中队前进,企图包抄恺撒,并将列于前方为数不多的骑兵逼退进步兵方阵。然而恺撒一旦发出信号,〔恺撒的〕骑兵便行撤退,而预先部署用以防备包抄的三千名步兵大队随之奔出迎战敌军;他们遵照受训的要领站在战马之侧,高举标枪刺击,专门瞄准对方的面部。

§71.5

οἱ δέ, ἅτε μάχης πάσης ἄπειροι, τοιαύτην δὲ μὴ προσδοκήσαντες μηδὲ προμαθόντες, οὐκ ἐτόλμων οὐδὲ ἠνείχοντο τὰς πληγὰς ἐν ὄμμασι καὶ στόμασιν οὔσας, ἀλλʼ ἀποστρεφόμενοι καὶ προϊσχόμενοι τῶν ὄψεων τὰς χεῖρας ἀκλεῶς ἐτράποντο. φευγόντων δὲ τούτων ἀμελήσαντες οἱ Καίσαρος ἐχώρουν ἐπὶ τοὺς πεζούς, ᾗ μάλιστα τῶν ἱππέων τὸ κέρας ἐψιλωμένον περιδρομὴν ἐδίδου καὶ κύκλωσιν.

敌方骑兵因全无战阵经验,既未曾预料亦未曾事先习得这般打法,既不敢抵挡也无法忍受落向眼与口的打击,纷纷转过身去,以双手护面,可耻地溃退了。他们逃跑之后,恺撒的士卒不予理会,径直扑向敌方步兵;失却骑兵掩护的侧翼恰恰暴露无遗,提供了迂回与包围的通路。

§71.6

ἅμα δὲ τούτων ἐκ πλαγίου προσπεσόντων καὶ κατὰ στόμα τοῦ δεκάτου προσμίξαντος οὐχ ὑπέμειναν οὐδὲ συνέστησαν, ὁρῶντες ἐν ᾧ κυκλώσεσθαι τοὺς πολεμίους ἤλπιζον αὑτοὺς τοῦτο πάσχοντας.2

同时,这批步兵从侧翼发起猛攻,而第十军团又从正面接敌,敌军既未能固守亦无法维持阵型,因为他们眼见自己本指望用来包围敌人的手段,如今却正降临在自身头上。

语法注2 条
  1. 71.4ὑψηλοῖς ἐχρῶντο τοῖς ὑσσοῖς

    形容词 ὑψηλοῖς 处于冠词和名词 τοῖς ὑσσοῖς 之前的表语位置(predicative position),在此作状语性或表语性理解,意为“把标枪高举着用”或“高高持握标枪刺出”,而非定语性的“使用了高大的标枪”。

  2. 71.6ἐν ᾧ κυκλώσεσθαι τοὺς πολεμίους ἤλπιζον αὑτοὺς τοῦτο πάσχοντας

    分词 ὁρῶντες 统辖宾格加分词结构(αὑτοὺς ... πάσχοντας),代词 τοῦτο 指代由关系从句 ἐν ᾧ ... ἤλπιζον(“他们本指望借以包围敌人的手段/情形”)所表达的内容。全句结构为:“眼见在他们本指望包围敌人的情形下(ἐν ᾧ),他们自身反而在承受这一命运(αὑτοὺς τοῦτο πάσχοντας)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:71.1-71.6