← 普鲁塔克

庞培传

§70.1-70.4

对同胞相残与盲目野心的反思

在两军即将交锋之际,清醒的旁观者感叹罗马本可继续征服外敌的大军因贪欲而自相残杀,并指出恺撒与庞培昔日的联姻同盟不过是虚妄的政治交易。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§70.1

ἤδη δὲ συνθήματος διδομένου παρὰ ἀμφοτέρων καί τῆς σάλπιγγος ἀρχομένης ἐγκελεύεσθαι πρὸς τὴν σύστασιν, τῶν μὲν πολλῶν ἕκαστος ἐσκόπει τὸ καθʼ αὑτόν, ὀλίγοι δὲ Ῥωμαίων οἱ βέλτιστοι καί τινες Ἑλλήνων παρόντες ἔξω τῆς μάχης, ὡς ἐγγὺς ἦν τὸ δεινόν, ἐλογίζοντο τὴν πλεονεξίαν καί φιλονεικίαν, ὅπου φέρουσα τὴν ἡγεμονίαν ἐξέθηκεν.1

当双方已经发出进军信号,号角声开始吹响冲锋以投入厮杀之际,大多数普通士卒各自只顾自身安危,而少数最优秀的罗马人以及在场未参战的若干希腊人,眼见危难迫在眉睫,都在深思这贪欲与争竞究竟将帝国裹挟并抛弃至何种境地。

§70.2

ὅπλα γὰρ συγγενικὰ καί τάξεις ἀδελφαὶ καί κοινὰ σημεῖα καί μιᾶς πόλεως εὐανδρία τοσαύτη καί δύναμις αὐτὴ πρὸς ἑαυτὴν συνέπιπτεν, ἐπιδεικνυμένη τὴν ἀνθρωπίνην φύσιν, ὡς ἐν πάθει γενομένη τυφλόν ἐστι καὶ μανιῶδες, ἦν μὲν γὰρ ἤδη καθʼ ἡσυχίαν χρῄζουσιν ἄρχειν καί ἀπολαύειν τῶν κατειργασμένων τὸ πλεῖστον καί κράτιστον ἀρετῇ γῆς καί θαλάσσης ὑπήκοον, ἦν δʼ ἔτι τροπαίων καί θριάμβων ἔρωτι βουλομένους χαρίζεσθαι2 καί διψῶντας ἐμπίπλασθαι Παρθικῶν πολέμων ἢ Γερμανικῶν.

因为同宗同源的兵刃、骨肉相连的阵列、同一的军旗,以及独属一邦的如此众多的人力与军力本身,竟在自相残杀,展现出人性一旦陷入情欲便变得何等盲目与疯狂。对于那些企图安宁统治并享受既得成果的人而言,大地上与海洋中最广大且最精华的部分早已归附;而对于那些仍想迎合对战利品和凯旋式的渴求、饥渴不已的人来说,也仍能以帕提亚或日耳曼的战争来满足自己。

§70.3

πολὺ δὲ καί Σκυθία λειπόμενον ἔργον καί Ἰνδοί, καὶ πρόφασις οὐκ ἄδοξος ἐπὶ ταῦτα τῆς πλεονεξίας ἡμερῶσαι τὰ βαρβαρικά, τίς δʼ ἂν ἢ Σκυθῶν ἵππος ἢ τοξεύματα Πάρθων ἢ πλοῦτος Ἰνδῶν ἐπέσχε μυριάδας ἑπτὰ Ῥωμαίων ἐν ὅπλοις ἐπερχομένας Πομπηΐου καί Καίσαρος ἡγουμένων, ὧν ὄνομα πολὺ πρότερον ἤκουσαν ἢ τὸ Ῥωμαίων; οὕτως ἄμικτα καί ποικίλα καί θηριώδη φῦλα νικῶντες ἐπῆλθον.

斯基泰和印度同样是留待开辟的浩大功业,且贪欲在此更有教化蛮夷这一并非不体面的借口。若有由庞培与恺撒统帅的七万全副武装的罗马大军压境——这些地方听闻二人的威名远早于罗马人的名号——又有何种斯基泰骑兵、帕提亚弓箭或印度财富能够阻挡?他们曾征服如此与世隔绝、千差万别而又凶残野蛮的部族一路前行。

§70.4

τότε δὲ ἀλλήλοις μαχούμενοι συνῄεσαν, οὐδὲ τὴν δόξαν αὑτῶν, διʼ ἣν τῆς πατρίδος ἠφείδουν, οἰκτείραντες, ἄχρι τῆς ἡμέρας ἐκείνης ἀνικήτων προσαγορευομένων.3 ἡ μὲν γὰρ γενομένη συγγένεια καί τὰ Ἰουλίας φίλτρα καί γάμος ἐκεῖνος εὐθὺς ἦν ἀπατηλὰ καί ὕποπτα κοινωνίας ἐπὶ χρείᾳ συνισταμένης ὁμηρεύματα, φιλίας δʼ ἀληθινῆς οὐ μετέσχεν.

然而此时,他们却相逢自相残杀,甚至对自己那赖以不惜牺牲祖国的荣光也毫无怜惜之意,尽管直至那一天,他们自身仍被称为不可战胜。因为昔日结下的姻亲、尤利娅的温情以及那场联姻,从一开始不过是一场因一时之需而缔结的同盟中充满欺诈与猜忌的抵押物,未曾含有丝毫真正的友谊。

语法注3 条
  1. 70.1ἐλογίζοντο τὴν πλεονεξίαν καί φιλονεικίαν, ὅπου φέρουσα τὴν ἡγεμονίαν ἐξέθηκεν

    提宾句式(prolepsis)。间接疑问从句(ὅπου... ἐξέθηκεν)的逻辑主语 τὴν πλεονεξίαν καί φιλονεικίαν(贪欲与争竞)被提前作为主句动词 ἐλογίζοντο 的直接宾语(宾格)。分词 φέρουσα 表示方式或伴随,意为“裹挟着(帝国将其抛弃至何处)”。

  2. 70.2ἦν δʼ ἔτι τροπαίων καί θριάμβων ἔρωτι βουλομένους χαρίζεσθαι

    句式转换。此处从前句系动词结构(ἦν ... ὑπήκοον 配与格分词 χρῄζουσιν,“对欲求者而言……已归附”)转为了表示“本可”(=ἐξῆν)的无人称“ἦν + 宾格 + 不定式”结构。支配不定式 χαρίζεσθαι 的宾格分词 βουλομένους 与后文的 διψῶντας 一同充当不定式 ἐμπίπλασθαι 的逻辑主语。

  3. 70.4ἄχρι τῆς ἡμέρας ἐκείνης ἀνικήτων προσαγορευομένων

    属格分词短语,修饰前面的反身代词 αὑτῶν(他们自身)。虽然该句的主语带有主格分词 οἰκτείραντες,但此分词短语跨越关系从句,在性、数、格上与 αὑτῶν 一致,意为“(甚至不顾)直到那一天仍被称为不可战胜的他们自身的(荣光)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:70.1-70.4