- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:69.1-69.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法尔萨鲁斯战役前夕两军列阵。恺撒部署伏兵并指示击刺庞培骑兵的面部以制其优势;庞培则因己方生疏躁动而下令原地固守迎敌,恺撒批评此举打消了士兵的冲劲与斗志。
Πομπήϊος δὲ τὸ μὲν δεξιὸν αὐτὸς ἔχων ἔμελλεν ἀνθίστασθαι πρὸς Ἀντώνιον, ἐν δὲ τῷ μέσῳ Σκηπίωνα τὸν πενθερὸν ἀντέταξε Καλβίνῳ Λευκίῳ, τὸ δὲ εὐώνυμον εἶχε μὲν Λεύκιος Δομέτιος, ἐρρώσθη δὲ τῷ πλήθει τῶν ἱππέων.
庞培亲自统领右翼,准备与安东尼交锋,在中军则布置其岳父西庇阿与卢基乌斯·卡尔维努斯相对;左翼由卢基乌斯·多米提乌斯把守,并得到了庞大骑兵群的加强。
ἐνταῦθα γὰρ ὀλίγου δεῖν1 ἅπαντες ἐρρύησαν ὡς Καίσαρα βιασόμενοι καὶ τὸ δέκατον τάγμα διακόψοντες, οὗ πλεῖστος ἦν ὁ λόγος ὡς μαχιμωτάτου, καὶ Καῖσαρ ἐν ἐκείνῳ ταττόμενος εἰώθει μάχεσθαι. κατιδὼν δὲ πεφραγμένον ἵππῳ τοσαύτῃ τῶν πολεμίων τὸ εὐώνυμον, καὶ φοβηθεὶς τὴν λαμπρότητα τοῦ ὁπλισμοῦ, μετεπέμψατο σπείρας ἓξ ἀπὸ τῶν ἐπιταγμάτων καὶ κατέστησεν ὄπισθεν τοῦ δεκάτου, κελεύσας ἡσυχίαν ἄγειν ἀδήλους τοῖς πολεμίοις ὄντας· ὅταν δὲ προσελαύνωσιν οἱ ἱππεῖς, διὰ τῶν προμάχων ἐκδραμόντας μὴ προέσθαι τοὺς ὑσσούς, ὥσπερ εἰώθασιν οἱ κράτιστοι σπεύδοντες ἐπὶ τὰς ξιφουλκίας, ἀλλὰ παίειν ἄνω συντιτρώσκοντας ὄμματα καὶ πρόσωπα τῶν πολεμίων οὐ γὰρ μενεῖν2 τοὺς καλοὺς τούτους καὶ ἀνθηροὺς πυρριχιστὰς διὰ τὸν ὡραϊσμόν, οὐδὲ ἀντιβλέψειν πρὸς τὸν σίδηρον ἐν ὀφθαλμοῖς γινόμενον. ἐν τούτοις μὲν οὖν ὁ Καῖσαρ ἦν.
因为几乎所有的骑兵都涌向了那里,企图压倒恺撒并切断第十军团,该军团因作战最为勇敢而享负盛名,且恺撒本人一向习惯随其布阵并肩作战。恺撒望见敌军左翼有如此强大的骑兵掩护,又畏惧其武器甲胄的光芒耀眼,便从后备队中调来六个步兵大队,布置在第十军团身后,命令他们保持肃静、不让敌军发觉;而一旦对方骑兵驰来,便穿过前阵杀出,不要像最勇猛的士兵急于拔剑近战时常做的那样掷出标枪,而是向上刺击,刺伤敌人的眼睛和面部;因为这些漂亮而娇艳的舞者惜貌如命,绝不会坚守阵地,更不敢正视逼至眼前的利刃。恺撒当时便作出了如此部署。
ὁ δὲ Πομπήϊος ἀφʼ ἵππου τὴν παράταξιν ἐπισκοπῶν, ὡς ἑώρα τοὺς μὲν ἀντιπάλους μεθʼ ἡσυχίας τὸν καιρὸν ἐν τάξει προσμένοντας, τῆς δʼ ὑφʼ αὑτῷ στρατιᾶς τὸ πλεῖστον οὐκ ἀτρεμοῦν, ἀλλὰ κυμαῖνον ἀπειρίᾳ καὶ θορυβούμενον, ἔδεισε μὴ διασπασθῇ παντάπασιν ἐν ἀρχῇ τῆς μάχης, καὶ παράγγελμα τοῖς προτεταγμένοις ἔδωκεν ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέχεσθαι τοὺς πολεμίους.
而庞培在马上巡视阵势,见敌军在阵列中沉着冷静地等待战机,而己方部属的大多数却躁动不安,因缺乏经验而波澜起伏、秩序纷扰,他唯恐在战事刚一拉开便全线崩溃,于是向列于前阵的士兵下达命令,要求他们手持长矛原地肃立,沉稳迎击敌军。
ὁ δὲ Καῖσαρ αἰτιᾶται τὸ στρατήγημα τοῦτο· τῶν τε γὰρ πληγῶν τὸν ἐξ ἐπιδρομῆς τόνον ἀμαυρῶσαι, καὶ τὴν μάλιστα τοὺς πολλοὺς ἐν τῷ συμφέρεσθαι τοῖς πολεμίοις πληροῦσαν ἐνθουσιασμοῦ καὶ φορᾶς ἀντεξόρμησιν, ἅμα κραυγῇ καὶ δρόμῳ τὸν θυμὸν αὔξουσαν, ἀφελόντα πῆξαι καὶ καταψῦξαι3 τοὺς ἄνδρας, ἦσαν δὲ οἱ μὲν μετὰ Καίσαρος δισχίλιοι πρὸς δισμυρίοις, οἱ δὲ μετὰ Πομπηΐου βραχεῖ πλείονες ἢ διπλάσιοι τούτων.
然而恺撒批评了这一谋略;他认为,〔庞培〕不仅削弱了冲击力所赋予打击的威力,而且剥夺了那种伴随呐喊与奔跑而激荡起士兵斗志、并在迎敌交锋时令多数人充满狂热与冲劲的对冲势头,使军士们僵化麻木、士气冷却。随同恺撒作战的兵力共计两万两千人,而随同庞培的兵力则略微超过其两倍。
- 69.2ὀλίγου δεῖν
意为“几乎”、“差一点”的习语性绝对不定式短语。此处作副词修饰 ἅπαντες,表示“几乎所有人”。
- 69.3οὐ γὰρ μενεῖν
虽然处于表示原因的 γάρ 从句中,却未使用直陈式,而是采用了不定式 μενεῖν(以及其后的 ἀντιβλέψειν)。这表明前文分词 κελεύσας(命令)所引导的间接引语(oratio obliqua)在此延续,转述了恺撒向部下陈述的理由。
- 69.5ἀφελόντα πῆξαι καὶ καταψῦξαι
由主动词 αἰτιᾶται(批评、责怪)统辖的“宾格加不定式”结构。阳性单数宾格分词 ἀφελόντα 作为不定式 ἀμαυρῶσαι、πῆξαι 和 καταψῦξαι 的逻辑主语,在语境中指代庞培。在提出批评对象“这一谋略”(τὸ στρατήγημα τοῦτο)之后,句式随即转由这一宾格分词来指涉实施该谋略并夺走士气的主体庞培。
