← 普鲁塔克

庞培传

§68.1-68.5

法尔萨鲁斯的决战誓约与征兆

在法尔萨鲁斯平原上,庞培军立誓决战并着手出击;恺撒在目睹异象并接获敌军出营的情报后,挂起开战信号,指挥部队整齐列阵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§68.1

ἀλλʼ ὅμως ἐγκείμενοι καὶ θορυβοῦντες, ἐπεὶ κατέβησαν εἰς τὸ Φαρσάλιον πεδίον, ἠνάγκασαν βουλὴν προθεῖναι τὸν Πομπήϊον, ἐν ᾗ Λαβιηνὸς ὁ τῶν ἱππέων ἄρχων πρῶτος ἀναστὰς ὤμοσε μὴ ἀναχωρήσειν ἐκ τῆς μάχης, εἰ μὴ τρέψαιτο τοὺς πολεμίους· τὰ δὲ αὐτὰ καὶ πάντες ὤμνυσαν.

然而,众人依然步步进逼、喧嚷不休,待下至法尔萨鲁斯平原后,便迫使庞培召集军事会议;会上,骑兵统领拉比埃努斯率先起身宣誓,若不击溃敌军便绝不从战场退却;其他人也都立下了同样的誓言。

§68.2

τῆς δὲ νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους Πομπήϊος εἰς τὸ θέατρον εἰσιόντος αὐτόν κροτεῖν τὸν δῆμον, αὐτὸς δὲ κοσμεῖν1 ἱερὸν Ἀφροδίτης νικηφόρου πολλοῖς λαφύροις. καὶ τὰ μὲν ἐθάρρει, τὰ δὲ ὑπέθραττεν αὐτὸν ἡ ὄψις,2 δεδοικότα μὴ τῷ γένει τῷ Καίσαρος εἰς Ἀφροδίτην ἀνήκοντι δόξα καὶ λαμπρότης ἀπʼ αὐτοῦ γένηται· καὶ πανικοί τινες θόρυβοι διᾴττοντες ἐξανέστησαν αὐτόν.

夜间,庞培在睡梦中梦见自己步入剧场,民众鼓掌喝彩,而他自己则用诸多战利品装点得胜阿佛洛狄忒的神庙。他一方面固然感到振奋,但另一方面这一景象却使他惶惑不安,唯恐因自己的缘故,荣耀与光辉反倒归于恺撒那上溯至阿佛洛狄忒的家族;〔营中〕几阵惊恐的骚动穿掠而过,将他惊醒。

§68.3

ἑωθινῆς δὲ φυλακῆς ὑπὲρ τοῦ Καίσαρος στρατοπέδου πολλὴν ἡσυχίαν ἄγοντος ἐξέλαμψε μέγα φῶς, ἐκ δὲ τούτου λαμπὰς ἀρθεῖσα φλογοειδὴς ἐπὶ τὸ Πομπηΐου κατέσκηψε· καὶ τοῦτο ἰδεῖν φησι Καῖσαρ αὐτὸς ἐπιὼν τὰς φυλακάς. ἅμα δὲ ἡμέρᾳ, μέλλοντος αὐτοῦ πρὸς Σκοτοῦσαν ἀναζευγνύειν καὶ τὰς σκηνὰς τῶν στρατιωτῶν καθαιρούντων καὶ προπεμπόντων ὑποζύγια καὶ θεράποντας, ἧκον οἱ σκοποὶ φράζοντες ὅπλα πολλὰ καθορᾶν ἐν τῷ χάρακι τῶν πολεμίων διαφερόμενα, καὶ κίνησιν εἶναι καὶ θόρυβον ἀνδρῶν ἐπὶ μάχην ἐξιόντων.

在破晓前的值更时分,原本一片沉寂的恺撒军营上方赫然绽放出一道巨大的光芒,从中升起一束烈焰般的火把,径直坠落至庞培的营地;恺撒自称在巡视哨卡时亦亲眼目睹了这一幕。天明时分,恺撒正欲率部拔营前往斯科图萨,正当士兵们拆卸帐篷、打发辎重牲口与仆役先行上路之际,侦察兵赶来报告称,望见敌军营垒中有大量兵刃调动,人马异动喧哗,正列队出营准备交战。

§68.4

μετὰ δὲ τούτους ἕτεροι παρῆσαν εἰς τάξιν ἤδη καθίστασθαι τοὺς πρώτους λέγοντες, ὁ μὲν οὖν Καῖσαρ εἰπὼν τὴν προσδοκωμένην ἥκειν ἡμέραν, ἐν ᾗ πρὸς ἄνδρας, οὐ πρὸς λιμὸν οὐδὲ πενίαν μαχοῦνται, κατὰ τάχος πρὸ τῆς σκηνῆς ἐκέλευσε προθεῖναι τὸν φοινικοῦν χιτῶνα· τοῦτο γὰρ μάχης Ῥωμαίοις ἐστὶ σύμβολον.

继这些人之后,又有其他人赶来通报,称敌军先锋已开始列阵。于是,恺撒宣告说,他们渴望已久的那一天终于到来了——在这一天,他们将是同人交手,而非同饥饿与匮乏搏斗;他随即下令在帅帐前迅速悬起猩红色的束腰长袍,因为这正是罗马人的临战信号。

§68.5

οἱ δὲ στρατιῶται θεασάμενοι μετὰ βοῆς καὶ χαρᾶς τὰς σκηνὰς ἀφέντες ἐφέροντο πρὸς τὰ ὅπλα. καὶ τῶν ταξιαρχῶν ἀγόντων εἰς ἣν ἔδει τάξιν, ἕκαστος, ὥσπερ χορός, ἄνευ θορύβου μεμελετημένως εἰς τάξιν καὶ πρᾴως καθίστατο.

士兵们见状,欢呼雀跃地丢下帐篷,争相奔向武器。在百夫长及军官们的引导下,众人各归其位,人人宛如受过严格训练的歌队一般,毫无喧乱、从容不迫地依序布成阵势。

语法注2 条
  1. 68.2ἔδοξε κατὰ τοὺς ὕπνους Πομπήϊος εἰς τὸ θέατρον εἰσιόντος αὐτόν κροτεῖν τὸν δῆμον, αὐτὸς δὲ κοσμεῖν

    此处人称用法的动词 ἔδοξε(以为/梦见)以主格 Πομπήϊος 为主语,后接不定式结构。不定式 κροτεῖν 的逻辑主语为宾格 τὸν δῆμον;而另一不定式 κοσμεῖν 的主语则用了主格 αὐτός(与主节逻辑主语庞培一致)。至于 εἰσιόντος αὐτόν 中的 αὐτόν 实为 αὐτοῦ 之误植(OCR误识),原本构成属格绝对结构 εἰσιόντος αὐτοῦ(“当他步入时”)。

  2. 68.2τὰ μὲν ἐθάρρει, τὰ δὲ ὑπέθραττεν αὐτὸν ἡ ὄψις

    τὰ μέν ... τὰ δέ 用作内含宾格(副词性宾格),意为“一方面……另一方面”。前半句的动词 ἐθάρρει(源自 θαρρέω,“感到振奋、鼓起勇气”)承接前句以庞培为主语,后半句 τὰ δέ 分句则转换以 ἡ ὄψις(景象)为主语,支配及物动词 ὑπέθραττεν αὐτόν(使他不安)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:68.1-68.5