← 普鲁塔克

庞培传

§67.1-67.6

阵营内的嘲弄与决战冲动下的妥协

庞培本欲以持久消耗战拖垮恺撒,却在军中贵族的嘲弄、非难和争权夺利的狂妄喧嚣下被迫妥协,违背明智判断而顺从了部众盲动决战的意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§67.1

ταῦτα ψηφισάμενος ἐδίωκε Καίσαρα, μάχης μὲν ἐγνωκὼς ἀπέχεσθαι, πολιορκεῖν δὲ καὶ τρίβειν ταῖς ἀπορίαις ἐγγύθεν ἐπακολουθῶν, καὶ γὰρ ἄλλως ταῦτα συμφέρειν ἡγεῖτο, καὶ λόγος τις εἰς αὐτὸν ἧκεν ἐν τοῖς ἱππεῦσι φερόμενος, ὡς χρὴ τάχιστα τρεψαμένους Καίσαρα συγκαταλύειν κἀκεῖνον αὐτόν.1

通过这项决议后,他便率军追击恺撒,决心避免决战,而是从近处尾随,意图以匮乏来困阻并消耗敌军;因为他本就认为这大有裨益,且有风声传至他耳中,在骑兵之间流传着这样一种说法:一旦击溃恺撒,就应当连那个男人自己也一并推翻。

§67.2

ἔνιοι δέ φασι διὰ τοῦτο καὶ Κάτωνι μηδὲν ἄξιον σπουδῆς χρήσασθαι Πομπήϊον, ἀλλὰ καὶ πορευόμενον ἐπὶ Καίσαρα πρὸς θαλάσσῃ καταλιπεῖν ἐπὶ τῆς ἀποσκευῆς, φοβηθέντα μὴ Καίσαρος ἀναιρεθέντος ἀναγκάσῃ κἀκεῖνον εὐθὺς ἀποθέσθαι τὴν ἀρχήν,2 οὕτω δὲ παρακολουθῶν ἀτρέμα τοῖς πολεμίοις ἐν αἰτίαις ἦν καὶ καταβοήσεσιν ὡς οὐ Καίσαρα καταστρατηγῶν, ἀλλὰ τὴν πατρίδα καὶ τὴν βουλήν, ὅπως διὰ παντὸς ἄρχῃ καὶ μηδέποτε παύσηται τοῖς ἀξιοῦσι τῆς οἰκουμένης ἄρχειν χρώμενος ὑπηρέταις καὶ δορυφόροις.

有人说,庞培亦正因此故未对加图委以任何重任,甚至在进军对付恺撒时,也将他留置在海滨看守辎重,唯恐一旦恺撒被消灭,加图便会迫使他也立即交出统帅权;由于庞培如此按兵不动地尾随敌军,招致了种种谴责与抗议,人们指责他所算计的并非恺撒,而是祖国和元老院,以便能够永久统治,永不终止将那些自认有资格统治普天下的人当作奴仆和护卫来驱使。

§67.3

Δομέτιος δὲ αὐτὸν Ἀηνόβαρβος Ἀγαμέμνονα καλῶν καὶ βασιλέα βασιλέων ἐπίφθονον ἐποίει. καὶ Φαώνιος οὐχ ἧττον ἦν ἀηδὴς τῶν παρρησιαζομένων· ἀκαίρως ἐν τῷ σκώπτειν, ἄνθρωποι, βοῶν, οὐδὲ τῆτες ἔσται τῶν ἐν Τουσκλάνῳ σύκων μεταλαβεῖν; Λεύκιος δὲ Ἀφράνιος ὁ τὰς ἐν Ἰβηρίᾳ δυνάμεις ἀποβαλὼν ἐν αἰτίᾳ προδοσίας γεγονώς, τότε δὲ τὸν Πομπήϊον ὁρῶν φυγομαχοῦντα, θαυμάζειν ἔλεγε τοὺς κατηγοροῦντας αὐτοῦ, πῶς πρὸς τὸν ἔμπορον τῶν ἐπαρχιῶν οὐ μάχονται προελθόντες.

多米提乌斯·阿埃诺巴尔布斯称他为阿伽门农和“诸王之王”,使他招致嫉恨;法沃尼乌斯在不合时宜地讥讽嘲弄时,其令人厌恶的程度亦不亚于那些直言肆语者: “诸位,”他大声嚷道,“难道今年我们连图斯库卢姆的无花果也分不到了吗?” 此外,在伊比利亚丧失了军队、因而蒙受背叛之嫌的卢基乌斯·阿夫拉尼乌斯,当时见庞培避战不决,便宣称对自己那些控告者感到纳罕,为何他们不挺身出战、去与那个倒卖行省的商贩交手。

§67.4

ταῦτα καὶ τὰ τοιαῦτα πολλὰ λέγοντες ἄνδρα δόξης ἥττονα καὶ τῆς πρὸς τοὺς φίλους αἰδοῦς τὸν Πομπήϊον ἐξεβιάσαντο καὶ συνεπεσπάσαντο ταῖς ἑαυτῶν ἐλπίσι καὶ ὁρμαῖς ἐπακολουθῆσαι, προέμενον τοὺς ἀρίστους λογισμούς, ὅπερ οὐδὲ πλοίου κυβερνήτῃ, μήτιγε3 τοσούτων ἐθνῶν καὶ δυνάμεων αὐτοκράτορι στρατηγῷ παθεῖν ἦν προσῆκον.

众人通过诉说这些以及诸如此类的众多言辞,强行裹挟了庞培这位受制于声望和顾及友人情面之人,迫使他放弃最精明的谋划而顺从了他们自己的希望与冲动;然而,即便对于一艘船的舵手而言,蒙受此种摆布尚且是不应当的,更何况是对统领如此众多民族与大军的最高统帅。

§67.5

ὁ δὲ τῶν μὲν ἰατρῶν τοὺς μηδέποτε χαριζομένους ταῖς ἐπιθυμίαις ἐπῄνεσεν, αὐτὸς δὲ τῷ νοσοῦντι τῆς στρατιᾶς ἐνέδωκε, δείσας ἐπὶ σωτηρίᾳ λυπηρὸς γενέσθαι, πῶς γὰρ ἄν τις φήσειεν ὑγιαίνειν ἐκείνους τοὺς ἄνδρας, ὧν οἱ μὲν ὑπατείας ἤδη καὶ στρατηγίας ἐν τῷ στρατοπέδῳ περινοστοῦντες ἐμνῶντο, Σπινθῆρι δὲ καὶ Δομετίῳ καὶ Σκηπίωνι περὶ τῆς Καίσαρος ἀρχιερωσύνης ἔριδες ἦσαν καὶ φιλονεικίαι καὶ δεξιώσεις; ὥσπερ αὐτοῖς Τιγράνου τοῦ Ἀρμενίου παραστρατοπεδεύοντος4 ἢ τοῦ Ναβαταίων βασιλέως, ἀλλʼ οὐ Καίσαρος ἐκείνου καὶ τῆς δυνάμεως ᾗ χιλίας μὲν ᾑρήκει πόλεις κατὰ κράτος, ἔθνη δὲ πλείονα τριακοσίων ὑπῆκτο, Γερμανοῖς δὲ καὶ Γαλάταις μεμαχημένος ἀήττητος ὅσας οὐκ ἄν τις ἀριθμήσαι μάχας ἑκατὸν μυριάδας αἰχμαλώτων ἔλαβεν, ἑκατὸν δὲ ἀπέκτεινε τρεψάμενος ἐκ παρατάξεως.

他固然赞赏那些绝不迁就病人欲望的医者,自己却向军中染病的群体妥协,唯恐为了拯救大局而使人厌烦;毕竟,有谁能说那些人精神健全呢?他们当中有人已在营中四处走动奔走钻营执政官与裁判官之职,斯平特尔、多米提乌斯与斯基皮奥更是为了争夺恺撒的大祭司职位而争执龃龉、拉票结党;仿佛与他们对垒扎营的是亚美尼亚的提格兰,抑或是纳巴泰人之王,而非那位恺撒以及他所统率的虎狼之师——他曾凭勇力攻陷千座城邑,降服三百余个部族,与日耳曼人和高卢人鏖战不计其数的大仗而未尝一败,俘敌百万,并在野战阵列中将其击溃,歼敌百万。

语法注4 条
  1. 67.1συγκαταλύειν κἀκεῖνον αὐτόν

    κἀκεῖνον αὐτόν(连那个男人自己也)并非指刚在前文出现的恺撒(Καίσαρα),而是指庞培本人。此处转述骑兵中的流言,意即一旦击溃恺撒,便连庞培本人也要一并推翻。

  2. 67.2μὴ Καίσαρος ἀναιρεθέντος ἀναγκάσῃ κἀκεῖνον εὐθὺς ἀποθέσθαι τὴν ἀρχήν

    虚拟语气动词 ἀναγκάσῃ 的主语是前文提及的加图(Κάτωνι),而 κἀκεῖνον 则指庞培。属格独立结构 Καίσαρος ἀναιρεθέντος 构成条件,意为庞培唯恐一旦消灭了恺撒,加图便会强迫庞培也立刻交出兵权。

  3. 67.4μήτιγε

    习惯性短语(μήτι γε),跟在否定结构后表示“更不用说/何况”(a fortiori)。紧接前面的 οὐδὲ πλοίου κυβερνήτῃ(连船只舵手尚且不应如此),用以强调最高统帅(αὐτοκράτορι στρατηγῷ)屈从于部下的盲动冲动更为不妥。

  4. 67.6ὥσπερ αὐτοῖς Τιγράνου τοῦ Ἀρμενίου παραστρατοπεδεύοντος

    由 ὥσπερ 引导的属格独立结构,表示当事人的主观错觉或虚妄假定(“仿佛亚美尼亚的提格兰与他们对垒扎营一般”)。与格 αὐτοῖς 表示关系或不利对象。随后由 ἀλλʼ οὐ 引导的对比分句亦延续属格(Καίσαρος ἐκείνου),保持同一独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:67.1-67.6