← 普鲁塔克

庞培传

§66.1-66.5

将士求战与庞培追击恺撒的决意

在士气高涨的部众急于决战的催促下,众人商讨战略,阿夫拉尼乌斯主张回师意大利,而庞培出于名誉考量以及解救同盟军的需要,决意继续追击恺撒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66.1

ἐπὶ τούτῳ μέγα φρονήσαντες οἱ Πομπηΐου διὰ μάχης ἔσπευδον κριθῆναι. Πομπήϊος δὲ τοῖς μὲν ἔξω βασιλεῦσι καὶ στρατηγοῖς καὶ πόλεσιν ὡς νενικηκὼς ἔγραφε, τὸν δὲ τῆς μάχης κίνδυνον ὠρρώδει, τῷ χρόνῳ καὶ ταῖς ἀπορίαις καταπολεμήσειν νομίζων ἄνδρας ἀμάχους μὲν ἐν τοῖς ὅπλοις καὶ συνειθισμένους νικᾶν μετʼ ἀλλήλων πολὺν ἤδη χρόνον. πρὸς δὲ τὴν ἄλλην στρατείαν καὶ πλάνας καὶ μεταβάσεις καὶ τάφρων ὀρύξεις καὶ τειχῶν οἰκοδομίας ἀπαγορεύοντας ὑπὸ γήρως, καὶ διὰ τοῦτο ταῖς χερσὶν ἐμφῦναι τάχιστα καὶ συμπλακῆναι σπεύδοντας,1 οὐ μὴν ἀλλὰ πρότερον ἁμῶς γέ πως παρῆγε πείθων τοὺς περὶ αὐτὸν ἀτρεμεῖν ὁ Πομπήϊος· ἐπεὶ δὲ μετὰ τὴν μάχην ὁ Καῖσαρ ὑπὸ τῶν ἀποριῶν ἀναστὰς ἐβάδιζε διʼ Ἀθαμάνων εἰς Θετταλίαν, οὐκέτι καθεκτὸν ἦν τὸ φρόνημα τῶν ἀνδρῶν, ἀλλὰ φεύγειν Καίσαρα βοῶντες οἱ μὲν ἀκολουθεῖν καὶ διώκειν ἐκέλευον, οἱ δὲ διαβαίνειν εἰς Ἰταλίαν, οἱ δὲ θεράποντας εἰς Ῥώμην καὶ φίλους ἔπεμπον οἰκίας προκαταληψομένους ἐγγὺς ἀγορᾶς ὡς αὐτίκα μετιόντες ἀρχάς, ἐθελονταὶ δὲ πολλοὶ πρὸς Κορνηλίαν ἔπλεον εἰς Λέσβον εὐαγγελιζόμενοι πέρας ἔχειν τὸν πόλεμον· ἐκεῖ γὰρ αὐτὴν ὑπεξέπεμψεν ὁ Πομπήϊος.

庞培部众因此趾高气扬,急于通过决战分出胜负。然而,庞培虽向境外的诸王、将领和城邦发信报捷,俨然已是大胜之势,心中却畏惧会战的凶险,以为凭借时间和匮乏之境便能降伏这支在兵刃相接时所向披靡、且长期携手克敌制胜的队伍;这支队伍因年迈而已无法承受其他军事劳顿,如奔波、行军、开掘沟壕和修筑城垣,亦正因如此,他们急欲尽快短兵相接、扭打厮杀。话虽如此,起初庞培尚能以劝说勉力使身边众人按捺不动;但当战后恺撒因给养匮乏而拔营经由阿塔玛尼亚向色萨利进军时,将士们的骄狂之气便再也遏制不住了,他们高呼恺撒正在溃逃,有人主张紧随其后穷追猛打,有人主张渡海前往意大利,还有人派遣奴仆与友人奔赴罗马抢先霸占广场周边的宅邸,认定自己即刻便要竞选公职,甚至许多人自愿泛舟前往莱斯博斯岛向科尔内利娅报捷,称战事已告终结;因庞培此前正是将她暗中送往该地避难。

§66.4

ἀθροισθείσης δὲ βουλῆς Ἀφράνιος μὲν ἀπεφαίνετο γνώμην ἔχεσθαι τῆς Ἰταλίας, ταύτην γὰρ εἶναι τοῦ πολέμου τὸ μέγιστον ἆθλον, προστιθέναι δὲ τοῖς κρατοῦσιν εὐθὺς Σικελίαν, Σαρδόνα, Κύρνον, Ἰβηρίαν, Γαλατίαν ἅπασαν ἧς τε δὴ πλεῖστος ὁ λόγος Πομπηΐῳ πατρίδος ὀρεγούσης χεῖρας ἐγγύθεν, οὐ καλῶς ἔχειν περιορᾶν2 προπηλακιζομένην καὶ δουλεύουσαν οἰκέταις καὶ κόλαξι τυράννων.

在召开的会议上,阿夫拉尼乌斯提出意见,认为应当控制意大利;因为意大利乃是这场战争的最大悬赏,并且立即将西西里、撒丁、科西嘉、伊比利亚以及整个高卢加给掌控它之人,况且对庞培而言最为珍视的祖国正从近在咫尺之处伸出双手,坐视其受凌辱并被僭主的家奴与谄媚之徒奴役绝非善策。

§66.5

αὐτὸς δὲ Πομπήϊος οὔτε πρὸς δόξαν ἡγεῖτο καλὸν αὑτῷ δευτέραν φυγὴν φεύγειν Καίσαρα καὶ διώκεσθαι, τῆς τύχης διώκειν διδούσης, οὔτε ὅσιον ἐγκαταλιπεῖν Σκηπίωνα καὶ τοὺς περὶ τὴν Ἑλλάδα καὶ Θετταλίαν ἄνδρας ὑπατικούς, εὐθὺς ὑπὸ Καίσαρι γενησομένους μετὰ χρημάτων καὶ δυνάμεων μεγάλων, τῆς δὲ Ῥώμης μάλιστα κήδεσθαι τὸν ἀπωτάτω πολεμοῦντα περὶ αὐτῆς,3 ὅπως ἀπαθὴς κακῶν οὖσα καὶ ἀνήκοος περιμένῃ τὸν κρατοῦντα.

但庞培自己却认为,当命运赐予追击良机之时,再次在恺撒面前逃窜以致受其追击,既有损于自身威名;而舍弃斯基皮奥以及在希腊和色萨利周边的执政官级显贵,听任他们携巨额资财和大军即刻沦入恺撒之手,亦是不义之举;并且,为罗马而在最遥远之地奋战之人才是真正最关切罗马者,唯有如此,方能使罗马免受战祸荼毒亦不闻凶耗,安然等待胜者归来。

语法注3 条
  1. 66.2ἀπαγορεύοντας... σπεύδοντας

    两个宾格现在分词修饰前句中 νομίζων 的宾语 ἄνδρας,跨越句读与前句的 ἀμάχους μὲν ... καὶ συνειθισμένους 构成对比(μὲν ... δὲ)。此处用以补充说明恺撒麾下的老兵因年迈无法承受长途行军和土木劳作,因而迫切渴望速决肉搏的生理与心理状态。

  2. 66.4ἧς τε δὴ πλεῖστος ὁ λόγος Πομπηΐῳ πατρίδος ὀρεγούσης χεῖρας ἐγγύθεν, οὐ καλῶς ἔχειν περιορᾶν

    关系代名词 ἧς 是受 ὁ λόγος 支配的客观属格(先行词 πατρίδος 后置),πατρίδος ὀρεγούσης χεῖρας 构成属格独立结构。随后的 οὐ καλῶς ἔχειν περιορᾶν 是间接引语中承接阿夫拉尼乌斯陈述(ἀπεφαίνετο γνώμην)的无人称不定词结构(以 περιορᾶν 为主语不定词),意为“祖国在近处伸手呼救,坐视不理实非善策”。

  3. 66.5τῆς δὲ Ῥώμης μάλιστα κήδεσθαι τὸν ἀπωτάτω πολεμοῦντα περὶ αὐτῆς

    不定词 κήδεσθαι 的逻辑主语为带冠词的分词短语 τὸν ἀπωτάτω πολεμοῦντα(“在极远之地作战者”)。全句作为间接引语(宾格加不定词结构)由主动词 ἡγεῖτο 管辖,意为“庞培认为,在离罗马最远之处作战之人才是真正最关切罗马者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:66.1-66.5