- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:65.1-65.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在加图提议下元老院通过禁止非战屠杀与劫掠的决议,使庞培派大获民心,而恺撒亦展现宽厚。二人隔海对峙,庞培占据补给优势并在交锋中几乎重创恺撒全军,但未能乘胜追击。
ἐπεὶ δὲ βουλῆς γενομένης καὶ γνώμην Κάτωνος εἰπόντος1 ἐψηφίσαντο μηδένα Ῥωμαίων ἄνευ παρατάξεως ἀναιρεῖν μηδὲ διαρπάζειν πόλιν ὑπήκοον Ῥωμαίοις, ἔτι μᾶλλον ἡ Πομπηΐου μερὶς ἠγαπήθη· καὶ γὰρ οἷς μηδὲν ἦν πρᾶγμα τοῦ πολέμου πόρρω κατοικοῦσιν ἢ διʼ ἀσθένειαν ἀμελουμένοις, τῷ γε βούλεσθαι συγκατετίθεντο καὶ τῷ λόγῳ συνεμάχουν ὑπὲρ τῶν δικαίων, ἡγούμενοι θεοῖς εἶναι καὶ ἀνθρώποις ἐχθρὸν ᾧ μὴ καθʼ ἡδονήν ἐστι νικᾶν Πομπήϊον.
当召开元老院会议,并在加图提出动议后表决通过不得在正规会战之外杀戮任何罗马人,亦不得洗劫臣属于罗马人的城邦时,庞培一方愈发深得人心。因为即便是那些因僻处远方或因孱弱而被忽视、与战事毫无干系之人,也至少在心愿上表示赞同,在言论上为正义声援,认为凡不乐见庞培获胜之人皆为神祇与人类之公敌。
οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ εὐγνώμονα παρεῖχεν ἑαυτὸν ἐν τῷ κρατεῖν, ὃς καὶ τὰς ἐν Ἰβηρίᾳ τοῦ Πομπηΐου δυνάμεις ἑλὼν καὶ καταπολεμήσας ἀφῆκε τοὺς στρατηγούς, τοῖς δὲ στρατιώταις ἐχρῆτο. καὶ πάλιν ὑπερβαλὼν τὰς Ἄλπεις καὶ διαδραμὼν τὴν Ἰταλίαν εἰς Βρεντέσιον ἧκεν ἐν τροπαῖς ἤδη τοῦ χειμῶνος ὄντος· καὶ διαπεράσας τὸ πέλαγος αὐτὸς μὲν εἰς Ὤρικον παρενέβαλεν, Οὐιβούλλιον δὲ τὸν Πομπηΐου φίλον αἰχμάλωτον ἔχων σὺν ἑαυτῷ πρὸς Πομπήϊον ἀνέστειλε, προκαλούμενος εἰς ἓν συνελθόντας ἀμφοτέρους ἡμέρᾳ τρίτῃ πάντα διαλῦσαι τὰ στρατεύματα καὶ γενομένους φίλους καὶ ὀμόσαντας ἐπανελθεῖν εἰς Ἰταλίαν.
然而,恺撒在得胜时亦表现得宽宏大量,他在击溃并降伏了庞培在伊比利亚的军队后,释放了对方的将领,收编了士兵。随后他再次翻越阿尔卑斯山,穿过意大利,在已届冬至之时抵达布伦迪西乌姆;横渡大海后,他自己扎营于奥里库姆,同时将扣作俘虏的庞培之友维布利乌斯遣回庞培处,提议两人在第三日相会于一处,遣散所有军队,结为盟友并立下誓言一同返回意大利。
ταῦτα Πομπήϊος αὖθις ἐνέδραν ἡγεῖτο· καὶ καταβὰς ὀξέως ἐπὶ θάλατταν κατέλαβε χωρία καὶ τόπους ἕδρας τε τοῖς πεζοῖς στρατοπέδοις ὑπεραλκεῖς ἔχοντα, καὶ ναύλοχα καὶ κατάρσεις ἐπιφόρους τοῖς ἐπιφοιτῶσι διὰ θαλάττης, ὥστε πάντα πνεῖν ἄνεμον Πομπηΐῳ2 σῖτον ἢ στρατιὰν ἢ χρήματα κομίζοντα, Καίσαρα δὲ δυσχερείαις κατὰ γῆν ὁμοῦ καὶ κατὰ θάλατταν περιεχόμενον ἐξ ἀνάγκης φιλομαχεῖν, καὶ προσβάλλοντα τοῖς ἐρύμασι καὶ προκαλούμενον ἑκάστοτε τὰ μὲν πλεῖστα νικᾶν καὶ κρατεῖν τοῖς ἀκροβολισμοῖς, ἅπαξ δὲ μικροῦ συντριβῆναι3 καὶ τὴν στρατιὰν ἀποβαλεῖν, τοῦ Πομπηΐου λαμπρῶς ἀγωνισαμένου μέχρι τροπῆς ἁπάντων καὶ φόνου δισχιλίων, βιάσασθαι δὲ καὶ συνεισπεσεῖν μὴ δυνηθέντος ἢ φοβηθέντος, ὥστε εἰπεῖν Καίσαρα πρὸς τοὺς φίλους ὅτι Σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.4
庞培再次将此视为伏计;他迅速下至海滨,占领了既能为步兵营垒提供极其坚实依托、又能为由海路纷至沓来者提供便利停泊地与登陆点的要地,以致任何方向的风都能为庞培送来粮饷、兵员或金钱,而恺撒则水陆两面皆遭围困受挫,被迫急于决战;恺撒虽屡次冲击壁垒发起挑战,在前哨小战中多半取胜占优,但有一次险些被击溃并丧尽全军——当时庞培作战极为英勇,直至全面击溃敌军并斩首两千,然而庞培未能或不敢强攻并同敌军一并冲入营垒,以至于恺撒对友人说道:“今日敌军本已胜券在握,若他们拥有懂得取胜的主将的话。”
- 65.1γνώμην Κάτωνος εἰπόντος
独立属格结构(genitive absolute)。内面宾语 γνώμην(动议、提议)前置,其逻辑主语 Κάτωνος(属格)与分词 εἰπόντος(属格)呼应,意为“在加图提出动议之后”。该结构与前文的 βουλῆς γενομένης 并列,作为主句动词 ἐψηφίσαντο(表决通过)的时间与前提背景。
- 65.4ὥστε πάντα πνεῖν ἄνεμον Πομπηΐῳ
由 ὥστε 引导表结果的不定式从句。不定式 πνεῖν 的宾格主语为 πάντα ἄνεμον(任何方向的风),Πομπηΐῳ 为表利害的与格(“对庞培有利地”)。后文与之形成对比并列结构:Καίσαρα δὲ ... περιεχόμενον ... φιλομαχεῖν(宾格主语 Καίσαρα,不定式 φιλομαχεῖν),统领整段长句的骨干。
- 65.5μικροῦ συντριβῆναι
μικροῦ 为习惯用语 μικροῦ δεῖν(“几乎、差一点”)中省略 δεῖν 的用法。该属格以副词性方式修饰被动不定式 συντριβῆναι,表示“几乎被击溃 / 差一点全军覆没”。
- 65.5Σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον
与事实相反的虚拟条件句(反事实假设)。结论句用 ἄν 搭配未完成过去直陈式(ἦν),条件从句用 εἰ 搭配未完成过去直陈式(εἶχον)。τὸν νικῶντα 为带冠词的现在主动态分词的名词化用法,意指“懂得获胜之人 / 能够赢得胜利的主将”。
