- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:64.1-64.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培在贝罗埃亚集结并操练海陆大军以鼓舞士气,各国君主以及拉比埃努斯、布鲁图、西塞罗等罗马要人纷纷汇集于他的麾下。
ἐν δὲ τῷ χρόνῳ τούτῳ μεγάλη συνέστη Πομπηΐῳ δύναμις, ἡ μὲν ναυτικὴ καὶ παντελῶς ἀνανταγώνιστος ʽἦσαν γὰρ αἱ μάχιμοι πεντακόσιαι, λιβυρνίδων δὲ καὶ κατασκόπων ὑπερβάλλων ἀριθμὸς, ἱππεῖς δέ, Ῥωμαίων καὶ Ἰταλῶν τὸ ἀνθοῦν, ἑπτακισχίλιοι, γένεσι καὶ πλούτῳ καὶ φρονήμασι διαφέροντες· τὴν δὲ πεζὴν σύμμικτον οὖσαν καὶ μελέτης δεομένην ἐγύμναζεν1 ἐν Βεροίᾳ καθήμενος οὐκ ἀργός, ἀλλʼ ὥσπερ ἀκμάζοντι χρώμενος αὑτῷ πρὸς τὰ γυμνάσια.
在此期间,庞培集结起一支庞大的军队。其海军完全无可匹敌(主力战舰有五百艘,利布尔尼亚快船和侦察船不计其数),骑兵则是罗马人与意大利人的精华,共七千骑,在门第、财富与心志上皆出类拔萃;至于步兵,由于是杂凑之众且缺乏操练,他驻扎在贝罗埃亚时并未无所事事,而是将自己当作正值盛年一般投入操练,亲自训练他们。
μεγάλη γὰρ ἦν ῥοπὴ πρὸς τὸ θαρρεῖν τοῖς ὁρῶσι Πομπήϊον Μάγνον2 ἑξήκοντα μὲν ἔτη δυεῖν λείποντα γεγενημένον, ἐν δὲ τοῖς ὅπλοις ἁμιλλώμενον πεζόν, εἶτα ἱππότην αὖθις ἑλκόμενόν τε τὸ ξίφος ἀπραγμόνως θέοντι τῷ ἵππῳ καὶ κατακλείοντα πάλιν εὐχερῶς, ἐν δὲ τοῖς ἀκοντισμοῖς οὐ μόνον ἀκρίβειαν, ἀλλὰ καὶ ῥώμην ἐπιδεικνύμενον εἰς μῆκος, ὃ πολλοὶ τῶν νέων οὐχ ὑπερέβαλλον.
因为,人们看到伟大的庞培虽年近六旬(差两岁满六十),仍身披铠甲步战竞力,随后又化身骑手在战马飞驰中轻巧拔剑、从容还鞘,在标枪投掷中不仅展示出精准度,还展现出许多青年都未能超越的远投臂力,这对目睹者而言乃是鼓舞士气的极大动因。
ἐπεφοίτων δὲ καὶ βασιλεῖς ἐθνῶν καὶ δυνάσται, καὶ τῶν ἀπὸ Ῥώμης ἡγεμονικῶν ἀριθμὸς ἦν ἐντελοῦς βουλῆς περὶ αὐτόν. ἦλθε δὲ καὶ Λαβιηνὸς ἀπολιπὼν Καίσαρα φίλος γεγονὼς καὶ συνεστρατευμένος ἐν Γαλατίᾳ, καὶ Βροῦτος, υἱὸς ὢν Βρούτου τοῦ περὶ Γαλατίαν σφαγέντος, ἀνὴρ μεγαλόφρων καὶ μηδέποτε Πομπήϊον προσειπὼν μηδὲ ἀσπασάμενος πρότερον ὡς φονέα τοῦ πατρός, τότε δὲ ὡς ἐλευθεροῦντι τὴν Ῥώμην ὑπέταξεν ἑαυτόν.
各邦的国王与统治者也纷至沓来,庞培身边的罗马显要之人已达一座完整元老院的人数。曾为恺撒之友并与他一同在高卢征战的拉比埃努斯,也弃恺撒而投奔庞培;还有在高卢附近被杀的布鲁图之子布鲁图,此人志气高迈,此前因视庞培为杀父仇人而从未与庞培说过一句话或打过一声招呼,此刻却归顺于庞培麾下,视他为罗马的解放者。
Κικέρων δέ, καίπερ ἄλλα γεγραφὼς καὶ βεβουλευμένος, ὅμως κατῃδέσθη μὴ γενέσθαι τοῦ προκινδυνεύοντος ἀριθμοῦ τῆς πατρίδος.3 ἦλθε δὲ καὶ Τίδιος Σέξτιος, ἐσχατόγηρως ἀνὴρ θάτερον πεπηρωμένος σκέλος, εἰς Μακεδονίαν ὃν τῶν ἄλλων γελώντων καὶ χλευαζόντων, ὁ Πομπήϊος ἰδὼν4 ἐξανέστη καὶ προσέδραμε, μέγα νομίζων μαρτύριον εἶναι καὶ τοὺς παρʼ ἡλικίαν καὶ παρὰ δύναμιν αἱρουμένους τὸν μετʼ αὐτοῦ κίνδυνον ἀντὶ τῆς ἀσφαλείας.
西塞罗虽然之前行文与定策皆非如此,但此刻若不列于为祖国冒死效命者的行列,心中终觉羞愧。此外,年事已高且跛了一足的蒂迪乌斯·塞克斯提乌斯也来到马其顿;其他人见状皆嗤笑嘲弄,庞培一见却站起身来迎上前去,认为即使超越了年龄与体力,人们也宁愿选择与他共担危险而非安居自保,这乃是一个巨大的明证。
- 64.1τὴν δὲ πεζὴν σύμμικτον οὖσαν καὶ μελέτης δεομένην ἐγύμναζεν
此处出现换质破格构文(anacoluthon):前面列举海军与骑兵时均为主格结构('ἡ μὲν ναυτική [sc. ἦν]','ἱππεῖς δέ [sc. ἦσαν]'),但在述及步兵时句式转为宾格('τὴν δὲ πεζήν'),作为动词'ἐγύμναζεν'的直接宾语(主语为庞培)。
- 64.2μεγάλη γὰρ ἦν ῥοπὴ πρὸς τὸ θαρρεῖν τοῖς ὁρῶσι Πομπήϊον Μάγνον
'τοῖς ὁρῶσι'为与格(意为“对目睹者而言”)。其后一系列宾格分词('γεγενημένον'、'ἁμιλλώμενον'、'ἑλκόμενον'、'ἐπιδεικνύμενον')修饰'Πομπήϊον Μάγνον',构成附属于知觉分词'ὁρῶσι'的补充成分,表示“看见庞培处于……/正在……”。
- 64.4κατῃδέσθη μὴ γενέσθαι τοῦ προκινδυνεύοντος ἀριθμοῦ τῆς πατρίδος
表示羞愧的动词'καταιδέομαι'后接带有否定词'μή'的不定式,意为“因感到羞愧而不能不……”或“因羞于未能成为……”。'τοῦ προκινδυνεύοντος ἀριθμοῦ'为部分属格,作'γενέσθαι'的表语,指“成为为祖国挺身涉险者之行列中的一员”。
- 64.4ὃν τῶν ἄλλων γελώντων καὶ χλευαζόντων, ὁ Πομπήϊος ἰδὼν
此处为倒装语序(hyperbaton):关系代词宾格'ὃν'置于句首,被插入的独立属格结构'τῶν ἄλλων γελώντων καὶ χλευαζόντων'隔开,它实际上充当后续分词'ἰδών'的直接宾语(即“庞培看见了他”)。
