- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:61.1-61.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图提议推举庞培为最高统帅后启程前往西西里;面对罗马城内的混乱与纷杂失实的传闻,庞培宣布紧急事态并率元老院弃城撤退。
Κάτων δὲ συνεβούλευεν αἱρεῖσθαι στρατηγὸν αὐτοκράτορα Πομπήϊον, ἐπειπὼν ὅτι τῶν αὐτῶν ἐστι1 καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν. οὗτος μὲν οὖν εὐθὺς ἐξῆλθεν εἰς Σικελίαν ἔλαχε γὰρ αὐτὴν τῶν ἐπαρχιῶν καὶ τῶν ἄλλων ἕκαστος εἰς ἃς ἐκληρώθη. τῆς δʼ Ἰταλίας σχεδὸν ὅλης ἀνισταμένης ἀπορίαν εἶχε τὸ γινόμενον.
加图则建议推选庞培为最高统帅,并补充说,制造巨大灾祸者理应也是平息灾祸者。于是加图本人立即前往西西里,因为他在诸省份中抽中了该地,其他人也各自前往抽签分得的省份。然而几乎整个意大利都陷入动荡,局势令人手足无措。
οἱ μὲν γὰρ ἔξωθεν φερόμενοι φυγῇ πανταχόθεν εἰς τὴν Ῥώμην ἐνέπιπτον, οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες ἐξέπιπτον αὐτοὶ καὶ ἀπέλειπον τὴν πόλιν, ἐν χειμῶνι καὶ ταράχῳ τοσούτῳ τὸ μὲν χρήσιμον ἀσθενὲς ἔχουσαν, τὸ δὲ ἀπειθὲς ἰσχυρὸν καὶ δυσμεταχείριστον τοῖς ἄρχουσιν. οὐ γὰρ ἦν παῦσαι τὸν φόβον, οὐδὲ εἴασέ τις χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς Πομπήϊον, ἀλλʼ ᾧ τις ἐνετύγχανε πάθει, φοβηθεὶς ἢ λυπηθεὶς ἢ διαπορήσας, τούτῳ φέρων ἐκεῖνον ἀνεπίμπλη·
因为外地人四处奔逃,纷纷涌入罗马,而住在罗马的人自己却弃城出逃;在如此的风暴和动乱中,城中有用的人软弱无力,而不顺从者则势力强大且令长官们难以驾驭。恐惧无法遏止,也没有人让庞培依照自己的深思熟虑行事;相反,任何人陷入怎样的情绪——无论惶恐、悲伤还是茫然——便将这种情绪直接带给庞培并感染于他。
καὶ τἀναντία τῆς αὐτῆς ἡμέρας ἐκράτει βουλεύματα, καὶ πυθέσθαι περὶ τῶν πολεμίων οὐδὲν ἦν ἀληθὲς αὐτῷ διὰ τὸ πολλοὺς ἀπαγγέλλειν ὅ τι τύχοιεν, εἶτα ἀπιστοῦντι χαλεπαίνειν. οὕτω δὴ ψηφισάμενος ταραχὴν ὁρᾶν2 καὶ κελεύσας ἅπαντας ἕπεσθαι αὐτῷ τοὺς ἀπὸ βουλῆς, καὶ προειπὼν ὅτι Καίσαρος ἡγήσεται τὸν ἀπολειφθέντα, περὶ δείλην ὀψίαν ἀπέλιπε τὴν πόλιν.
结果在同一天内,相互抵触的决议轮番占据上风;而庞培也无法探知关于敌人的任何实情,因为众人信口胡乱通报,若他不信便心生怨怒。于是庞培宣告发生紧急事态,命全体元老院成员随他出发,并预先警告说凡滞留者皆被视同恺撒一党,随后在傍晚时分弃城而去。
οἱ δὲ ὕπατοι μηδὲ θύσαντες ἃ νομίζεται πρὸ πολέμων ἔφυγον. ἦν δὲ καὶ παρʼ αὐτὰ τὰ δεινὰ ζηλωτὸς ἀνὴρ τῆς πρὸς αὐτὸν εὐνοίας τῶν ἀνθρώπων, ὅτι πολλῶν τὴν στρατηγίαν μεμφομένων οὐδεὶς ἦν ὁ μισῶν τὸν στρατηγόν, ἀλλὰ πλείονας ἄν τις εὗρε τῶν διὰ τὴν ἐλευθερίαν φευγόντων τοὺς ἀπολιπεῖν Πομπήϊον μὴ δυναμένους.3
执政官们甚至未行战前惯常的祭礼便逃之夭夭。然而即便身处此等危难之中,庞培仍因众人对他的深情厚谊而令人艳羡;因为尽管许多人指责他的统兵策略,却没有一个人憎恨这位统帅本人;比起为了自由而逃亡的人,人们会发现那些无法割舍庞培而随之同行的人还要更多。
- 61.1τῶν αὐτῶν ἐστι
表特征(或从属)的表语性属格,意为“属于……的特质/责任”,不定式短语 καὶ ποιεῖν ... καὶ παύειν 作句子的逻辑主语。
- 61.3ψηφισάμενος ταραχὴν ὁρᾶν
此为拉丁语宪政术语 tumultum decernere(宣布进入紧急状态/动乱状态)的希腊语对译,指通过决议正式宣告国家进入紧急危机或动荡状态。
- 61.4πλείονας ἄν τις εὗρε τῶν διὰ τὴν ἐλευθερίαν φευγόντων τοὺς ἀπολιπεῖν Πομπήϊον μὴ δυναμένους
比较级结构。动词 εὗρε 的直接宾语是实体化分词短语 τοὺς ἀπολιπεῖν Πομπήϊον μὴ δυναμένους(“无法离开庞培的人”),πλείονας 作宾语补足语。τῶν ... φευγόντων 为比较属格,字面含义为“比起那些为了自由而逃亡的人,人们会发现无法割舍庞培的人[数量更多]”。
