← 普鲁塔克

庞培传

§60.1-60.5

恺撒进军的消息与罗马全城的恐慌

恺撒渡过卢比孔河进军的消息传来,引发罗马全城的恐慌。庞培在元老院议员和长官们的逼问下暴露出防备不足,招致严厉斥责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§60.1

ἐν τούτῳ δὲ ἀπαγγέλλεται Καῖσαρ Ἀρίμινον, πόλιν μεγάλην τῆς Ἰταλίας, κατειληφὼς καὶ βαδίζων1 ἄντικρυς ἐπὶ τὴν Ῥώμην μετά πάσης τῆς δυνάμεως, τοῦτο δὲ ἦν ψεῦδος, ἐβάδιζε γὰρ οὐ πλείονας ἔχων ἱππέων τριακοσίων καὶ πεντακισχιλίων ὁπλιτῶν· τὴν δὲ ἄλλην δύναμιν ἐπέκεινα τῶν Ἄλπεων οὖσαν οὐ περιέμενεν, ἐμπεσεῖν ἄφνω τεταραγμένοις καὶ μὴ προσδοκῶσι βουλόμενος μᾶλλον ἢ χρόνον δοὺς ἐκ παρασκευῆς μάχεσθαι.

正当此时,有人报告说恺撒占领了意大利的重要城市阿里米努姆,正率领全军径直向罗马进军。然而这并非实情,因为他行军时身边不过三百骑兵和五千步兵;他没有等待留在阿尔卑斯山外的其余主力,而是希望趁敌人混乱而不备时突袭,胜过给对方时间准备应战。

§60.2

καὶ γὰρ ἐπὶ τὸν Ῥουβίκωνα ποταμὸν ἐλθών, ὃς ἀφώριζεν αὐτῷ τὴν δεδομένην ἐπαρχίαν, ἔστη σιωπῇ καὶ διεμέλλησεν, αὐτὸς ἄρα πρὸς ἑαυτὸν συλλογιζόμενος τὸ μέγεθος τοῦ τολμήματος, εἶτα, ὥσπερ οἱ πρὸς βάθος ἀφιέντες ἀχανὲς ἀπὸ κρημνοῦ τινος ἑαυτούς, μύσας τῷ λογισμῷ καὶ παρακαλυψάμενος πρὸς τὸ δεινόν,2 καὶ τοσοῦτον μόνον Ἑλληνιστὶ πρὸς τοὺς παρόντας ἐκβοήσας, ἀνερρίφθω κύβος,3 διεβίβαζε τὸν στρατόν.

事实上,当他来到划定其所属省份边界的卢比孔河畔时,他静静驻足良久,内心反复思量这冒险之举的重大规模。接着,正如那些从悬崖跳入无底深渊的人一样,他闭上了理性的双眼,面对可怕的危险蒙上面容,仅对在场众人用希腊语大喊了一句: “骰子已经掷下!” 便率军渡过了河。

§60.3

ὡς δὲ πρῶτον ἡ φήμη προσέπεσε καὶ κατέσχε τὴν Ῥώμην μετά ἐκπλήξεως θόρυβος καὶ φόβος οἷος οὔπω πρότερον, εὐθὺς μὲν ἡ βουλὴ φερομένη πρὸς τὸν Πομπήϊον συνέτρεχε καὶ παρῆσαν αἱ ἀρχαί, πυθομένου δὲ τοῦ Τύλλου περὶ στρατιᾶς καὶ δυνάμεως καὶ τοῦ Πομπηΐου μετά τινος μελλήσεως ἀθαρσῶς εἰπόντος ὅτι τοὺς παρὰ Καίσαρος ἥκοντας ἑτοίμους ἔχει, νομίζει δὲ καὶ τοὺς κατειλεγμένους πρότερον ἐν τάχει συνάξειν τρισμυρίους ὄντας, ὁ μὲν Τύλλος ἀναβοήσας, Ἐξηπάτηκας ἡμᾶς, ὦ Πομπήϊε, συνεβούλευεν ὡς Καίσαρα πρέσβεις ἀποστέλλειν, Φαώνιος δέ τις, ἀνὴρ τἆλλα μὲν οὐ πονηρός, αὐθαδείᾳ δὲ καὶ ὕβρει πολλάκις τὴν Κάτωνος οἰόμενος ἀπομιμεῖσθαι παρρησίαν, ἐκέλευε τὸν Πομπήϊον τῷ ποδὶ τύπτειν τὴν γῆν, ἃς ὑπισχνεῖτο δυνάμεις ἀνακαλούμενον.4

当这一消息刚传至罗马,前所未有的骚乱与恐惧便伴随着惊骇席卷了全城。元老院立刻蜂拥奔向庞培,各位长官也都到齐了。当图鲁斯询问起军队和兵力情况,而庞培犹豫片刻、底气不足地回答说,从恺撒那里送来的士兵已经就绪,而且他认为也能迅速集结先前征召的三万大军时,图鲁斯高呼: “庞培,你欺骗了我们!” 并建议向恺撒派遣使者。另有一个名叫法沃尼乌斯的人——此人平心而论不算坏人,但往往出于任性和傲慢,自以为在仿效加图的坦率直言——他命庞培用脚跺地,把当初承诺的军队召唤出来。

§60.5

ὁ δὲ ταύτην μὲν ἤνεγκε τὴν ἀκαιρίαν πρᾴως· τοῦ δὲ Κάτωνος ὑπομιμνήσκοντος ὧν ἐν ἀρχῇ περὶ Καίσαρος αὐτῷ προεῖπεν, ἀπεκρίνατο μαντικώτερα μὲν εἶναι τὰ Κάτωνι λεχθέντα, φιλικώτερα δὲ ὑπʼ αὐτοῦ πεπρᾶχθαι.5

庞培温和地忍受了这番不合时宜的冒犯;而当加图提醒庞培注意自己最初就恺撒一事对他发出的警告时,庞培回答说,加图所言确实更具预见性,但自己所为则更显友谊情深。

语法注5 条
  1. 60.1ἀπαγγέλλεται Καῖσαρ ... κατειληφὼς καὶ βαδίζων

    被动语态的人称构式(personal construction)。主格的 Καῖσαρ 作被动动词 ἀπαγγέλλεται 的主语,主格分词 κατειληφὼς 与 βαδίζων 与之保持一致,而非使用带 ὅτι 从句的无人称构式。

  2. 60.2μύσας τῷ λογισμῷ καὶ παρακαλυψάμενος πρὸς τὸ δεινόν

    动词 μύω(闭眼)与 παρακαλύπτω(蒙上面容)在此作比喻用法。与格 τῷ λογισμῷ 表示方式或范围(“闭上理性的双眼”),前置词短语 πρὸς τὸ δεινόν 则表示面对危险时的遮蔽与逃避。

  3. 60.2ἀνερρίφθω κύβος

    动词 ἀναρρίπτω 的第三人称单数完成时被动祈使语气。完成体时态强调该动作完成并确立其状态(“让骰子掷下并不再更改”),表达决断已下、不可逆转。

  4. 60.4ἀνακαλούμενον

    现在分词阳性单数宾格,与不定式 τύπτειν 的逻辑主语 τὸν Πομπήϊον 保持一致,而非修饰主句主语法沃尼乌斯(主格)。它表示伴随状况或目的,意即命令庞培“召唤他曾经许诺的军队而跺地”。

  5. 60.5μαντικώτερα μὲν εἶναι τὰ Κάτωνι λεχθέντα, φιλικώτερα δὲ ὑπʼ αὐτοῦ πεπρᾶχθαι

    间接引语中的对称对比结构。在表达施动者时,前半句在名词化被动分词上使用了“施事与格”(Κάτωνι),后半句则在完成时被动不定式 πεπρᾶχθαι 上搭配了介词短语 ὑπʼ αὐτοῦ(代指庞培自身)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:60.1-60.5