- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:62.1-62.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒占领罗马并夺取国库后,进军追击庞培至布伦迪西乌姆。庞培在城内设置重重障碍阻滞追击,率全军乘船安全撤离。
ὀλίγαις δὲ ὕστερον ἡμέραις Καῖσαρ εἰσελάσας καὶ κατασχὼν τὴν Ῥώμην τοῖς μὲν ἄλλοις ἐπιεικῶς ἐνέτυχε καὶ κατεπράϋνε, τῶν δὲ δημάρχων ἑνὶ Μετέλλῳ κωλύοντι χρήματα λαβεῖν αὐτὸν ἐκ τοῦ ταμιείου θάνατον ἠπείλησε, καὶ προσέθηκε τῇ ἀπειλῇ τραχύτερον λόγον ἔφη γὰρ ὡς τοῦτο φῆσαι χαλεπὸν ἦν αὐτῷ1 μᾶλλον ἢ πρᾶξαι.
数日后,恺撒率军进城并占领了罗马;他对其余众人温和以待并加以安抚,但当保民官之一麦特路斯阻止他从国库提款时,恺撒威胁要将其处死,并在威胁之后又加了一句更严厉的话;因为他说,说出此话对他而言比付诸实行还要艰难。
τρεψάμενος δὲ τὸν Μέτελλον οὕτω, καὶ λαβὼν ὧν ἔχρῃζεν, ἐδίωκε Πομπήϊον, ἐκβαλεῖν σπεύδων ἐκ τῆς Ἰταλίας πρὶν ἀφικέσθαι τὴν ἐξ Ἰβηρίας αὐτῷ δύναμιν. ὁ δὲ τὸ Βρεντέσιον κατασχὼν καὶ πλοίων εὐπορήσας τοὺς μὲν ὑπάτους εὐθὺς ἐμβιβάσας καὶ μετʼ αὐτῶν σπείρας τριάκοντα προεξέπεμψεν εἰς Δυρράχιον, Σκηπίωνα δὲ τὸν πενθερὸν καὶ Γναῖον τὸν υἱὸν εἰς Συρίαν ἀπέστειλε ναυτικὸν κατασκευάσοντας.
恺撒如此使麦特路斯退却并取得所需资财后,便追击庞培,急欲在来自伊比利亚的军队抵达援助庞培之前将其逐出意大利。而庞培占领了布伦迪西乌姆且备足船只,立即令执政官们率领三十个步兵队登船,抢先派往迪拉基乌姆,又派遣岳父西庇阿与儿子格奈乌斯前往叙利亚筹组舰队。
αὐτὸς δὲ φραξάμενος τὰς πύλας καὶ τοῖς τείχεσι τοὺς ἐλαφροτάτους στρατιώτας ἐπιστήσας, τοὺς δὲ Βρεντεσίνους ἀτρεμεῖν κατʼ οἰκίαν κελεύσας. ὅλην ἐντὸς τὴν πόλιν ἀνέσκαψε καὶ διετάφρευσε, καὶ σκολόπων ἐνέπλησε τοὺς στενωποὺς πλὴν δυεῖν, διʼ ὧν ἐπὶ θάλατταν αὐτὸς κατῆλθεν.
庞培亲自封堵城门,在城墙上部署最轻装的士兵,并命令布伦迪西乌姆市民安居宅中切勿妄动。他在城内将整座城市掘开并开凿壕沟,除自己下到海边所经的两条街道外,其余狭窄街道皆布满尖桩。
ἡμέρᾳ δὲ τρίτῃ τὸν μὲν ἄλλον ὄχλον ἐν ταῖς ναυσὶν εἶχεν ἤδη καθʼ ἡσυχίαν ἐμβεβηκότα, τοῖς δὲ τὰ τείχη φυλάττουσιν ἐξαίφνης σημεῖον ἄρας καὶ καταδραμόντας ὀξέως ἀναλαβὼν2 ἀπεπέρασεν. ὁ δὲ Καῖσαρ, ὡς εἶδεν ἐκλελειμμένα τὰ τείχη, τὴν φυγὴν αἰσθόμενος μικροῦ μὲν ἐδέησε3 διώκων τοῖς σταυροῖς καὶ τοῖς ὀρύγμασι περιπετὴς γενέσθαι, τῶν δὲ Βρεντεσίνων φρασάντων φυλαττόμενος τὴν πόλιν καὶ κύκλῳ περιϊὼν ἀνηγμένους εὗρε πάντας πλὴν δυεῖν πλοίων στρατιώτας τινὰς οὐ πολλοὺς ἐχόντων.
第三天,庞培已令其余众人平稳登船完毕,便突然向守卫城墙的人发出信号,将飞奔而下的他们接应上船并横渡出海。恺撒见城墙空虚,察觉他们逃跑,追击时险些跌入木桩与壕沟之中;幸得布伦迪西乌姆人提醒,他避开该城并绕道而行,发现除载有少数士兵的两艘船之外,全军皆已起航出海。
- 62.1αὐτῷ
在短语 πρὶν ἀφικέσθαι τὴν ἐξ Ἰβηρίας αὐτῷ δύναμιν 中,代词 αὐτῷ 指代前文的宾语庞培(Πομπήϊον),而非主语恺撒,用作与格表示关涉或利益(意为“来自伊比利亚的军队抵达援助他[庞培]之前”)。
- 62.4τοῖς δὲ τὰ τείχη φυλάττουσιν ἐξαίφνης σημεῖον ἄρας καὶ καταδραμόντας ὀξέως ἀναλαβὼν
指代同一群体(守墙士兵)的格位转换:前一个分词短语因受 σημεῖον ἄρας(向……发出信号)支配而采用与格(τοῖς φυλάττουσιν),后一个分词短语则因作 ἀναλαβών(接应)的直接宾语而转换为宾格(καταδραμόντας)。
- 62.4μικροῦ μὲν ἐδέησε
由非人称动词 δεῖ 的过去时 ἐδέησε 与表示分量的属格 μικροῦ 连用的习语结构,接不定式(περιπετὴς γενέσθαι),意为“差一点就……”或“险些……”。
