← 普鲁塔克

庞培传

§59.1-59.4

庞培受命领兵与西塞罗调停的失败

元老院换上服丧之服,执政官马塞卢斯与候任执政官伦图卢斯下令庞培保卫祖国并招募军队,然而民众要求和解。西塞罗就保留军团事宜提出了折中方案,却因强硬派的反对而最终破局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59.1

ἐκ τούτου τὰς ἐσθῆτας ὡς ἐπὶ πένθει μετεβάλοντο. Μάρκελλος δὲ πρὸς Πομπήϊον διʼ ἀγορᾶς ἐβάδιζε τῆς βουλῆς ἑπομένης, καὶ καταστὰς ἐναντίος, κελεύω σε, εἶπεν, ὦ Πομπήϊε, βοηθεῖν τῇ πατρίδι καὶ χρῆσθαι ταῖς παρεσκευασμέναις δυνάμεσι καὶ καταλέγειν ἑτέρας. τὰ δʼ αὐτὰ ταῦτα καὶ Λέντλος ἔλεγε, τῶν ἀποδεδειγμένων εἰς τὸ μέλλον ὑπάτων ἅτερος.

为此,他们更换了衣裳,如同服丧一般。马塞卢斯在元老院的随同下穿过广场走向庞培,面对着他站定,说道: “庞培,我命你救援祖国,使用已准备就绪的军队,并征召其他兵力。” 已当选的来年执政官之一伦图卢斯也说了同样的话。

§59.2

ἀρξαμένου δὲ τοῦ Πομπηΐου καταλέγειν οἱ μὲν οὐχ ὑπήκουον, ὀλίγοι δὲ γλίσχρως καὶ ἀπροθύμως συνῄεσαν, οἱ δὲ πλείους διαλύσεις ἐβόων. καὶ γὰρ ἀνέγνω τινὰ Καίσαρος ἐπιστολὴν Ἀντώνιος ἐν τῷ δήμῳ, βιασάμενος τὴν βουλήν,1 ἔχουσαν ἐπαγωγοὺς ὄχλου προκλήσεις, ἠξίου γὰρ ἀμφοτέρους ἐκβάντας τῶν ἐπαρχιῶν καὶ τὰς στρατιωτικὰς δυνάμεις ἀφέντας ἐπὶ τῷ δήμῳ γενέσθαι2 καὶ τῶν πεπραγμένων εὐθύνας ὑποσχεῖν.

然而,当庞培开始征兵时,有人拒不遵从,少数人勉强而毫无热情地聚集起来,大多数人则高呼要求和解。因为安东尼不顾元老院的阻拦,在公民大会上宣读了恺撒的一封信,其中含有极具煽惑民众之力的号召;恺撒要求两人皆交出省份并解散军队,将自身交由人民裁决,并为其所作所为接受审查。

§59.3

οἱ δὲ περὶ Λέντλον ὑπατεύοντες ἤδη βουλὴν οὐ συνῆγον ἄρτι δὲ ἐκ Κιλικίας ἀφιγμένος Κικέρων ἔπραττε διαλλαγάς, ὅπως Καῖσαρ, ἐξελθὼν Γαλατίας καὶ τὴν ἄλλην στρατιὰν ἀφεὶς πᾶσαν, ἐπὶ δυσὶ τάγμασι καὶ τῷ Ἰλλυρικῷ τὴν δευτέραν ὑπατείαν περιμένῃ.

此时已经就任执政官的伦图卢斯等人不再召集元老院会议。而刚从奇里乞亚归来的西塞罗则从中斡旋,提议恺撒退出高卢并解散所有其余军队,仅保留两个军团和伊利里库姆以等候其第二次执政官任期。

§59.4

Πομπηΐου δὲ δυσκολαίνοντος ἐπείσθησαν οἱ Καίσαρος φίλοι θάτερον ἀφεῖναι·3 Λέντλου δὲ ἀντικρούσαντος καὶ Κάτωνος αὖθις ἁμαρτάνειν τὸν Πομπήϊον ἐξαπατώμενον βοῶντος οὐκ ἔσχον αἱ διαλύσεις πέρας.

庞培对此表示不满,恺撒的朋友们便同意放弃其中一个军团;但由于伦图卢斯的坚决反对,加之加图高呼庞培又受骗犯错,和解遂未能达成。

语法注3 条
  1. 59.2βιασάμενος τὴν βουλήν

    中动分词 βιασάμενος 带直接宾语 τὴν βουλήν(元老院),意为“压制元老院”或“违抗/冲破元老院的阻挠”。上下文指安东尼不顾元老院的反对与规制,强行向公民大会宣读恺撒的信件。

  2. 59.2ἐπὶ τῷ δήμῳ γενέσθαι

    介词 ἐπί 接与格 τῷ δήμῳ 与 γίγνομαι 结合的习用表达,意为“处于民众权柄之下”或“听凭人民裁决”,指交出军事指挥权,作为普通公民服从公民大会的裁决与审查。

  3. 59.4θάτερον ἀφεῖναι

    θάτερον 为 τὸ ἕτερον 的缩合形式,指代前文西塞罗提议中的“两个军团”(δυσὶ τάγμασι)之一。全句意为“放弃其中一个军团”,表明恺撒一方为促成和解而在庞培面露难色后作出的进一步退让。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:59.1-59.4