- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:58.1-58.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒通过贿赂等手段加强干预,保民官库里奥在元老院提议恺撒与庞培双方同时解除武装并获得压倒性支持,但执政官马塞卢斯决意诉诸武力相抗。
ἤδη δὲ καὶ Καῖσαρ ἐπεφύετο τοῖς πράγμασιν ἐρρωμενέστερον, αὐτὸς μὲν οὐκέτι μακρὰν τῆς Ἰταλίας ἀπαίρων, εἰς δὲ τὴν πόλιν ἀεὶ τοὺς στρατιώτας ἀποστέλλων ἀρχαιρεσιάσοντας, χρήμασι δὲ πολλοὺς ὑποικουρῶν καὶ διαφθείρων ἄρχοντας· ὧν καὶ Παῦλος ἦν ὁ ὕπατος ἐπὶ χιλίοις καὶ πεντακοσίοις ταλάντοις μεταβαλόμενος, καὶ Κουρίων ὁ δήμαρχος ἀμηχάνων πλήθει δανείων ἐλευθερωθεὶς ὑπʼ αὐτοῦ, καὶ Μάρκος Ἀντώνιος διὰ φιλίαν Κουρίωνος ὧν ὠφελεῖτο μετέχων.
此时,恺撒也更加强有力地插手国政,他自己不再远离意大利,不断派士兵入城参与选举,并用金钱暗中笼络和收买许多官员。其中有因受贿一千五百塔兰同而倒戈的执政官保卢斯,有被恺撒替其还清了无数巨额债务的保民官库里奥,还有因与库里奥的交谊而共享其利的马克·安东尼。
ἐλέχθη μὲν οὖν ὅτι τῶν ἀφιγμένων τις ἀπὸ Καίσαρος ταξιαρχῶν ἑστὼς παρὰ τὸ βουλευτήριον, καὶ πυθόμενος ὡς οὐ δίδωσιν ἡ βουλὴ Καίσαρι χρόνον τῆς ἀρχῆς, εἶπεν ἐπικρούων τῇ χειρὶ τὸ ξίφος, ἀλλὰ τοῦτο δώσει. καὶ τὰ πραττόμενα καὶ τὰ παρασκευαζόμενα ταύτην εἶχε τὴν διάνοιαν.
据说,从恺撒那里来的一位百夫长站在元老院议事堂旁,获悉元老院不愿延长恺撒的任期,便用手拍击佩剑说道: “但这柄剑会给他的。” 事实上,当时的种种作为与筹备也皆有此意图。
αἱ μέντοι Κουρίωνος ἀξιώσεις καὶ παρακλήσεις ὑπὲρ Καίσαρος ἐφαίνοντο δημοτικώτεραι. δυεῖν γὰρ ἠξίου θάτερον, ἢ καὶ Πομπήϊον ἀπαιτεῖν ἢ μηδὲ Καίσαρος ἀφαιρεῖσθαι τὸ στρατιωτικόν ἢ γὰρ ἰδιώτας γενομένους ἐπὶ τοῖς δικαίοις ἢ μένοντας ἀντιπάλους ἐφʼ οἷς ἔχουσιν ἀτρεμήσειν1 ὁ δὲ τὸν ἕτερον ἀσθενῆ ποιῶν ἣν φοβεῖται δύναμιν διπλασιάζει.
然而,库里奥代表恺撒所提出的要求与呼吁显得更合乎平民利益。因为他坚持两者必选其一:要么也要求庞培交出军权,要么也不得剥夺恺撒的军队;因为无论二人皆回归平民身份以求公正平衡,抑或按现有实力保持对抗,局面都将保持稳定;而削弱其中一方的人,实则是在使自己所畏惧的另一方的力量成倍增加。
πρὸς ταῦτα Μαρκέλλου τοῦ ὑπάτου λῃστὴν ἀποκαλοῦντος τὸν Καίσαρα, καὶ ψηφίζεσθαι πολέμιον κελεύοντος εἰ μὴ καταθήσεται τὰ ὅπλα, Κουρίων ὅμως ἴσχυσε μετὰ Ἀντωνίου καὶ Πείσωνος ἐξελέγξαι τὴν σύγκλητον,2 ἐκέλευσε γὰρ μεταστῆναι τοὺς Καίσαρα μόνον τὰ ὅπλα καταθέσθαι κελεύοντας, Πομπήϊον δὲ ἄρχειν· καὶ μετέστησαν οἱ πλείους.
对此,执政官马塞卢斯斥责恺撒为强盗,并敦促元老院表决若恺撒不放下武器便将其定为公敌。然而,库里奥与安东尼及皮索联手,依然成功促使元老院表明了真实意向。他要求那些主张仅命恺撒放下武器而让庞培留任军职的人站到一侧;多数人果然站了过去。
αὖθις δὲ μεταστῆναι κελεύσαντος ὅσοις ἀμφοτέρους ἀρέσκει τὰ ὅπλα καταθέσθαι καὶ μηδέτερον ἄρχειν, Πομπηΐῳ μὲν εἴκοσι καὶ δύο μόνον, Κουρίωνι δὲ πάντες οἱ λοιποὶ προσέθεντο. κἀκεῖνος μὲν ὡς νενικηκὼς λαμπρὸς ὑπὸ χαρᾶς εἰς τὸν δῆμον ἐξήλατο, κρότῳ καὶ βολαῖς στεφάνων καὶ ἀνθῶν δεξιούμενον αὐτόν, ἐν δὲ τῇ βουλῇ Πομπήϊος οὐ παρῆν οἱ γὰρ ἄρχοντες στρατοπέδων εἰς τὴν πόλιν οὐκ εἰσίασι.
随后,当库里奥再次要求那些赞成双方都放下武器且任何一方皆不再统军的人站出时,归附庞培的仅有二十二人,其余所有人尽皆转向库里奥一边。库里奥如获胜者般兴高采烈地奔向平民,平民以掌声及抛撒的花环与花朵来迎接他;而庞培并未出席元老院,因为统领军队的将领是不能进入罗马城内的。
Μάρκελλος δὲ ἀναστὰς οὐκ ἔφη λόγων ἀκροάσεσθαι καθήμενος, ἀλλʼ ὁρῶν ὑπερφαινόμενα τῶν Ἄλπεων ἤδη δέκα τάγματα βαδίζειν,3 καὶ αὐτὸς ἐκπέμψειν τὸν ἀντιταξόμενον αὐτοῖς ὑπὲρ τῆς πατρίδος.
但马塞卢斯站起身来宣称,自己决不坐听空谈,鉴于已经看到十个军团正越过阿尔卑斯山行军而来,他也将亲自派出能够代表祖国迎击他们的人。
- 58.3ἢ γὰρ ἰδιώτας γενομένους ἐπὶ τοῖς δικαίοις ἢ μένοντας ἀντιπάλους ἐφʼ οἷς ἔχουσιν ἀτρεμήσειν
此处为带不定词的对格结构,将来时不定词 ἀτρεμήσειν 的逻辑主语为对格短语 ἰδιώτας γενομένους 以及 μένοντας ἀντιπάλους,指代恺撒与庞培两人。该句在逻辑上接续前文 ἠξίου,充当间接引语中的论证理由。
- 58.4ἐξελέγξαι τὴν σύγκλητον
动词 ἐξελέγχω 在此意为“考验”或“揭露其真实意图”。库里奥通过分项表决迫使元老院议员表态,从而将元老院普遍企盼和平与双方解除武装的真实意愿彰显出来。
- 58.6ὁρῶν ὑπερφαινόμενα τῶν Ἄλπεων ἤδη δέκα τάγματα βαδίζειν
此处分词 ὑπερφαινόμενα(越过阿尔卑斯山显露)与不定词 βαδίζειν(行军)共同以 δέκα τάγματα 作为主语/宾语,由 ὁρῶν 统辖。马塞卢斯借此夸张地宣称,自己仿佛已经亲眼看到十个军团正越过阿尔卑斯山推进。
