- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:57.1-57.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培因全意大利对其病愈的热烈欢庆而极度自满,又受从高卢归来的阿庇乌斯的谗言鼓动,愈发蔑视恺撒的实力,并夸口称只要在意大利跺一跺脚便能召集出千军万马。
ἐκ τούτου δὲ Πομπήϊος ἐν Νεαπόλει νοσήσας ἐπισφαλῶς ἀνέρρωσε, Πραξαγόρου δὲ πείσαντος τοὺς Νεαπολίτας ἔθυσαν ὑπὲρ αὑτοῦ σωτήρια,1 μιμουμένων δὲ τούτους τῶν προσοίκων καὶ τοῦ πράγματος οὕτω περιϊόντος τὴν Ἰταλίαν πᾶσαν, καὶ μικρὰ καὶ μεγάλη πόλις ἐφʼ ἡμέρας πολλὰς ἑώρταζε.
此后,庞培在那不勒斯身患重病,所幸脱险痊愈。在普拉克萨戈拉斯的劝说下,那不勒斯人为了他的康复举行了感恩献祭;邻近的居民起而效仿,这一风气遂传遍整个意大利,无论城镇大小,皆连日举行欢庆。
τοὺς δὲ ἀπαντῶντας πανταχόθεν οὐδεὶς ἐχώρει τόπος, ἀλλὰ ὁδοί τε κατεπίμπλαντο καὶ κῶμαι καὶ λιμένες εὐωχουμένων καὶ θυόντων. πολλοὶ δὲ καὶ στεφανηφοροῦντες ὑπὸ λαμπάδων ἐδέχοντο καὶ παρέπεμπον ἀνθοβολούμενον, ὥστε τὴν κομιδὴν αὑτοῦ καὶ πορείαν θέαμα κάλλιστον εἶναι καὶ λαμπρότατον.
各处聚集而来迎候的人群,没有任何地方能容纳得下,道路、村落和港口都挤满了欢宴和献祭的人。许多人头戴花冠,在火炬映照下迎送他,向他抛撒花朵,以致他的归程与巡行成为极尽壮丽灿烂的盛观。
οὐδενὸς μέντοι τοῦτο λέγεται τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων ἔλαττον γενέσθαι,2 φρόνημα γὰρ εἰσῆλθεν ὑπεραῖρον ἅμα τῷ μεγέθει τῆς χαρᾶς τοὺς ἀπὸ τῶν πραγμάτων λογισμούς· καὶ τὴν εἰς ἀσφαλὲς ἀεὶ τὰ εὐτυχήματα καὶ τὰς πράξεις αὑτοῦ θεμένην εὐλάβειαν προέμενος εἰς ἄκρατον ἐξέπεσε θράσος καὶ περιφρόνησιν τῆς Καίσαρος δυνάμεως, ὡς οὔτε ὅπλων ἐπʼ αὐτὸν οὔτε τινὸς ἐργώδους πραγματείας δεησόμενος, ἀλλὰ πολὺ ῥᾷον καθαιρήσων ἢ πρότερον ηὔξησε τὸν ἄνδρα.
然而据说,这也是促成后来内战的最大诱因之一。因为伴随着巨大欢欣,一种远超根据现实考量的傲慢悄然潜入他的内心;他抛弃了向来使自己的成功与行动立于安全之地的谨慎,陷入了盲目的狂妄与对恺撒实力的轻蔑,以为对付恺撒既不需要武器,也不需要任何费力周折,反而能比当初扶植此人时更加轻而易举地将其击垮。
πρὸς δὲ τούτοις Ἄππιος ἀφίκετο κομίζων ἐκ Γαλατίας ἣν ἔχρησε Πομπήϊος Καίσαρι στρατιάν· καὶ πολλὰ μὲν ἐξεφλαύριζε τὰς ἐκεῖ πράξεις καὶ λόγους ἐξέφερε βλασφήμους περὶ Καίσαρος, αὐτὸν δὲ Πομπήϊον ἀπείρως ἔχειν ἔλεγε τῆς αὑτοῦ δυνάμεως καὶ δόξης, ἑτέροις ὅπλοις πρὸς Καίσαρα φραγνύμενον, ὃν αὐτοῖς κατεργάσεται τοῖς ἐκείνου στρατεύμασιν,3 ὅταν πρῶτον ὀφθῇ· τοσοῦτον καὶ μίσους πρὸς Καίσαρα καὶ πόθου πρὸς Πομπήϊον ἐνυπάρχειν αὐτοῖς.
除此之外,阿庇乌斯率领庞培借给恺撒的军队从高卢赶回。他大肆贬低恺撒在高卢的战功,对恺撒口出恶言,并声称庞培本人对其自身的力量与威望一无所知,居然还要借助其他军力来防备恺撒;其实只要庞培一露面,就能用恺撒自己的军队消灭恺撒,因为士兵们对恺撒积怨至深,而对庞培渴望至极。
οὕτω δʼ οὖν ὁ Πομπήϊος ἐπήρθη, καὶ τοιαύτης καὶ τοσαύτης ὀλιγωρίας διὰ τὸ θαρρεῖν ἐγένετο μεστὸς ὥστε καὶ τῶν δεδιότων τὸν πόλεμον κατεγέλα, καὶ τοὺς λέγοντας ἂν ἐλαύνῃ Καῖσαρ ἐπὶ τὴν πόλιν, οὐχ ὁρᾶν δυνάμεις αἷς αὐτὸν ἀμυνοῦνται, μειδιῶν τῷ προσώπῳ καὶ διακεχυμένος ἀμελεῖν ἐκέλευσεν·4 ὅπου γὰρ ἄν, ἔφη, τῆς Ἰταλίας ἐγὼ κρούσω τῷ ποδὶ τὴν γῆν, ἀναδύσονται καὶ πεζικαὶ καὶ ἱππικαὶ δυνάμεις.
于是,庞培心高气傲,因自信而生出如此巨大且深重的怠慢,以致他甚至嘲弄那些畏惧战争的人;而对那些说如果恺撒进军罗马、他们看不到有任何兵力足以抵御之人,他面带微笑、神色从容地让他们无需介虑: “因为无论在意大利的何处,”他说,“只要我用脚在地上用力一踏,就会涌现出步兵和骑兵的军旅。”
- 57.1ὑπὲρ αὑτοῦ σωτήρια
这里的反身代词 αὑτοῦ(= ἑαυτοῦ)作间接反身代词使用,指代的不是分句的语法主语那不勒斯人(τοὺς Νεαπολίτας),而是叙述的主角庞培。中性复数宾格名词 σωτήρια 意为“康复感恩献祭”。
- 57.3οὐδενὸς μέντοι τοῦτο λέγεται τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων ἔλαττον γενέσθαι
属格短语 οὐδενὸς... τῶν ἀπεργασαμένων τὸν πόλεμον αἰτίων 修饰比较级 ἔλαττον,意为“不亚于任何促成战争的原因”,构成强调性的反叙(litotes)。整个句式以 τοῦτο 为主格,作人称被动动词 λέγεται 及其搭配的不定词 γενέσθαι 的主语。
- 57.4ἑτέροις ὅπλοις πρὸς Καίσαρα φραγνύμενον, ὃν αὐτοῖς κατεργάσεται τοῖς ἐκείνου στρατεύμασιν
关系代名词 ὃν 的先行词为紧接其前的 Καίσαρα。关系从句中的动词 κατεργάσεται 为直陈式将来时第三人称单数,在间接引语(依赖 ἔλεγε)中仍保留了直陈式,生动地再现了阿庇乌斯断定性的语气;其主语为庞培。
- 57.5τοὺς λέγοντας ἂν ἐλαύνῃ Καῖσαρ ἐπὶ τὴν πόλιν, οὐχ ὁρᾶν δυνάμεις αἷς αὐτὸν ἀμυνοῦνται, μειδιῶν τῷ προσώπῳ καὶ διακεχυμένος ἀμελεῖν ἐκέλευσεν
该句的核心句法结构为 ἐκέλευσεν(主要动词)+ τοὺς λέγοντας(宾格,不定词逻辑主语)+ ἀμελεῖν(不定词)。分词 λέγοντας 引导间接引语不定词短语 οὐχ ὁρᾶν δυνάμεις,其内部又嵌套了条件从句 ἂν ἐλαύνῃ(将来确然条件)及关系从句 αἷς... ἀμυνοῦνται。
