- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:56.1-56.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒的支持者借机要求为恺撒争取执政官职或延长任期,庞培表面上表示善意并在加图反对下佯装认输,却更令人生疑,继而借口帕提亚战事索回所借军团。
οἱ δὲ Καίσαρος φίλοι ταύτην ἀρχὴν λαβόντες ἠξίουν τινὰ γενέσθαι καὶ Καίσαρος λόγον, ἀγωνιζομένου τοσούτους ἀγῶνας ὑπὲρ τῆς ἡγεμονίας· ἢ γὰρ ὑπατείας ἄξιον εἶναι τυχεῖν ἑτέρας, ἢ προσλαβεῖν τῇ στρατείᾳ χρόνον. ἐν ᾧ τῶν πεπονημένων οὐκ ἄλλος ἐπελθὼν ἀφαιρήσεται τὴν δόξαν, ἀλλʼ αὐτὸς ἄρξει καὶ τιμήσεται καθʼ ἡσυχίαν ὁ κατεργασάμενος.
另一方面,恺撒的朋友们以此为契机,主张对于为帝国的霸业经历如此诸多苦战的恺撒,也应当有所顾及。他们认为,他理应要么再获任一次执政官,要么延长其领兵任期;在这段任期内,不致有旁人后来居上夺去其辛劳的功勋,而由亲手建功立业的他自己在安宁中统领军队并享有荣耀。
οὔσης δὲ περὶ τούτων ἁμίλλης, ὡς δὴ παραιτούμενος ὑπὲρ τοῦ Καίσαρος ἐπʼ εὐνοίᾳ τὸν φθόνον1 ὁ Πομπήϊος ἔφη γράμματα Καίσαρος ἔχειν βουλομένου λαβεῖν διάδοχον καὶ παύσασθαι τῆς στρατείας· ὑπατείας μέντοι καὶ μὴ παρόντι καλῶς ἔχειν αἴτησιν αὐτῷ δοθῆναι.
当就这些议题发生激烈争执时,庞培宛如出于善意在为恺撒排解嫉恨一般,声称自己收到了恺撒的来信,信中表示愿接受继任者并结束军旅生涯;但他又补充道,即使恺撒不在场,允许其申请竞选执政官也是适宜的。
πρὸς ταῦτα ἐνισταμένων τῶν περὶ Κάτωνα καὶ κελευόντων ἰδιώτην γενόμενον καὶ τὰ ὅπλα καταθέμενον εὑρίσκεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν, οὐκ ἐξερίσας, ἀλλʼ οἷον ἡττηθεὶς ὁ Πομπήϊος ὕποπτος ἦν μᾶλλον ὧν ἐφρόνει περὶ Καίσαρος,2 ἔπεμψε δὲ καὶ τὰς δυνάμεις ἀπαιτῶν ἃς ἔχρησεν αὐτῷ, τὰ Παρθικὰ ποιούμενος πρόφασιν. ὁ δέ, καίπερ εἰδὼς ἐφʼ οἷς ἀπῃτεῖτο τοὺς στρατιώτας,3 ἀπέπεμψε καλῶς δωρησάμενος.
对此,加图等人极力反对,要求恺撒先成为普通公民、放下武器,而后再向公民们请求任何恩惠。庞培没有坚持争辩,反而宛若认输般退让,这反而让人对他对恺撒的真实用心更加起疑。不仅如此,他还以帕提亚事务为借口,派人索回借与恺撒的军队。而恺撒尽管知晓索要这些士兵的真正用意,仍给予重赏后将他们遣回。
- 56.2ὡς δὴ παραιτούμενος ὑπὲρ τοῦ Καίσαρος ἐπʼ εὐνοίᾳ τὸν φθόνον
连词 ὡς 与小词 δή 连用,用于标示当事人的借口或假象(“好似……”、“装作……”)。中动相分词 παραιτούμενος 意为“恳求免除、化解排解”。整句说明庞培表面上摆出一副“出于好意为恺撒化解怨望”的虚伪姿态。
- 56.3ὕποπτος ἦν μᾶλλον ὧν ἐφρόνει περὶ Καίσαρος
关系代词 ὧν 受被省略的先行词 τούτων 的格位吸引(关系词引申,即 τούτων ἃ ἐφρόνει)。形容词 ὕποπτος(“受怀疑的”)支配此表示范围或涉及对象的属格,整句意为“就其内心对恺撒的真实想法而言,他反而变得更加可疑”。
- 56.3ἐφʼ οἷς ἀπῃτεῖτο τοὺς στρατιώτας
由于主动语态动词 ἀπαιτέω 支配双宾格(向某人索取某物),因此在被动相 ἀπῃτεῖτο 中,所索取的事物(τοὺς στρατιώτας)仍保留为宾格(保留宾格)。介词短语 ἐφʼ οἷς 包含先行词(= ταῦτα ἐφʼ οἷς),意为“为了何种目的/以何种缘由而被索要这批士兵”。
