← 普鲁塔克

庞培传

§55.1-55.7

再娶科尔内利亚与单独执政官的司法整肃

庞培顶着非议迎娶了有教养的年轻遗孀科尔内利亚,并作为单独执政官整顿了司法审判与城邦秩序。然而,他对岳父西庇阿及普兰库斯的公然偏袒招致了不公的指责,随后他立岳父为同僚执政官,并获准延长其行省任期与军费拨款。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§55.1

Πομπήϊος δὲ παρελθὼν εἰς τὴν πόλιν ἔγημε Κορνηλίαν θυγατέρα Μετέλλου Σκηπίωνος, οὐ παρθένον, ἀλλὰ χήραν ἀπολελειμμένην νεωστὶ Ποπλίου τοῦ Κράσσου παιδός, ᾧ συνῴκησεν ἐκ παρθενίας, ἐν Πάρθοις τεθνηκότος. ἐνῆν δὲ τῇ κόρῃ πολλὰ φίλτρα δίχα τῶν ἀφʼ ὥρας. καὶ γὰρ περὶ γράμματα καλῶς ἤσκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων εἴθιστο χρησίμως ἀκούειν.

庞培进入城内后,娶了梅特路斯·西庇阿之女科尔内利亚为妻;她并非处女,而是克拉苏之子普布利乌斯新近留下的寡妇——她自少女时便嫁与普布利乌斯,而后者在帕提亚人那里阵亡。此女除了青春的美貌之外,尚有诸多迷人之处:她不仅受过良好的文学、里拉琴与几何学教育,且惯于从哲学论述中获益受教。

§55.2

καὶ προσῆν τούτοις ἦθος ἀηδίας καὶ περιεργίας καθαρόν, ἃ δὴ νέαις προστρίβεται γυναιξὶ τὰ τοιαῦτα μαθήματα·1 πατὴρ δὲ καὶ γένους ἕνεκα καὶ δόξης ἄμεμπτος. ἀλλʼ ὅμως τοῦ γάμου τοῖς μὲν οὐκ ἤρεσκε τὸ μὴ καθʼ ἡλικίαν υἱῷ γὰρ αὐτοῦ συνοικεῖν ὥραν εἶχεν ἡ Κορνηλία μᾶλλον·

此外,她还兼具一种毫无令人厌恶与多管闲事之习气的性格,而此类学问往往恰会给年轻女子带来这些弊习;其父无论在门第还是名望上也皆无可挑剔。然而对于这桩婚事,一些人并不赞成,认为年龄并不相称,因为科尔内利亚的年岁更适合嫁与他的儿子。

§55.3

οἱ δὲ κομψότεροι τὸ τῆς πόλεως ἡγοῦντο παρεωρακέναι τὸν Πομπήϊον ἐν τύχαις οὔσης, ὧν ἐκεῖνον ἰατρὸν ᾕρηται καὶ μόνῳ παραδέδωκεν αὑτήν· ὁ δὲ στεφανοῦται καὶ θύει γάμους, αὐτὴν τὴν ὑπατείαν ὀφείλων ἡγεῖσθαι συμφοράν, οὐκ ἂν οὕτω παρανόμως δοθεῖσαν εὐτυχούσης τῆς πατρίδος.2

但更有见识之人则认为,庞培忽视了城邦的境况——城邦正处于危难之中,已选择他为医治者并将自身完全托付给他一人;而他却戴着花冠举行婚礼祭祀,他本应将这执政官职位本身视为一场灾祸,若祖国处于顺境,此职绝不会如此违背法制地授予他。

§55.4

ἐπεὶ δὲ ταῖς δίκαις τῶν δωροδοκιῶν καὶ δεκασμῶν ἐπιστάς,3 καὶ νόμους γράψας καθʼ οὓς αἱ κρίσεις ἐγίνοντο, τὰ μὲν ἄλλα σεμνῶς ἐβράβευε καὶ καθαρῶς, ἀσφάλειαν ἅμα καὶ κόσμον καὶ ἡσυχίαν αὐτοῦ προσκαθημένου μεθʼ ὅπλων τοῖς δικαστηρίοις παρέχων, Σκηπίωνος δὲ τοῦ πενθεροῦ κρινομένου, μεταπεμψάμενος οἴκαδε τοὺς ἑξήκοντα καὶ τριακοσίους δικαστὰς ἐνέτυχε βοηθεῖν, ὁ δὲ κατήγορος ἀπέστη τῆς δίκης ἰδὼν τὸν Σκηπίωνα προπεμπόμενον ἐξ ἀγορᾶς ὑπὸ τῶν δικαστῶν, πάλιν οὖν ἤκουε κακῶς, ἔτι δὲ μᾶλλον ὅτι λύσας νόμῳ τοὺς γινομένους περὶ τῶν κρινομένων ἐπαίνους, αὐτὸς εἰσῆλθε Πλάγκον ἐπαινεσόμενος. καὶ Κάτων ʽἔτυχε γὰρ κρίνωνʼ ἐπισχόμενος τὰ ὦτα ταῖς χερσὶν οὐκ ἔφη καλῶς ἔχειν αὐτῷ παρὰ τὸν νόμον ἀκούειν τῶν ἐπαίνων.

后来,在他主持审理行贿与受贿案件并制定裁决所依循的法律时,他威严而廉洁地裁断其他诸事,通过亲自全副武装端坐于法庭旁,同时提供了安全、秩序与安宁;但当其岳父西庇阿受审时,他却把三百六十名审判员召至私宅恳求援手,而原告见西庇阿在审判员们的护送下离开广场,便放弃了起诉,庞培遂再次名声受损,更为甚者,他在通过法律废除为受审者作赞颂演说的惯例之后,自己却亲自出面为普兰库斯致赞词。而恰好担任审判员的加图用双手捂住耳朵,声称自己依法不宜听取这些赞词。

§55.6

ὅθεν ὁ μὲν Κάτων ἀπεβλήθη πρὸ τοῦ φέρειν τὴν ψῆφον, ἑάλω δὲ ταῖς ἄλλαις ὁ Πλάγκος σὺν αἰσχύνῃ τοῦ Πομπηΐου, καὶ γὰρ ὀλίγαις ὕστερον ἡμέραις Ὑψαῖος, ἀνὴρ ὑπατικός, δίκην φεύγων καὶ παραφυλάξας τὸν Πομπήϊον ἐπὶ δεῖπνον ἀπιόντα λελουμένον, ἱκέτευε τῶν γονάτων λαβόμενος. ὁ δὲ παρῆλθεν ὑπεροπτικῶς εἰπὼν διαφθείρειν τὸ δεῖπνον αὐτόν. ἄλλο δὲ μηδὲν περαίνειν. οὕτως οὖν ἄνισος εἶναι δοκῶν αἰτίας εἶχε.

加图因此在投票前被排除在外,但普兰库斯仍因其余选票而被定罪,这令庞培蒙羞;因为仅仅几天之后,受审的执政官级人物希普塞乌斯趁庞培沐浴后去赴宴时拦住他,抱住其膝盖苦苦哀求,庞培却傲慢地走开,称他毁了晚宴,此外毫无所成。因此,他因被视为偏私不公而饱受指责。

§55.7

τὰ δʼ ἄλλα καλῶς ἅπαντα κατέστησεν εἰς τάξιν, καὶ προσείλετο συνάρχοντα τὸν πενθερὸν εἰς τοὺς ὑπολοίπους πέντε μῆνας. ἐψηφίσθη δὲ αὐτῷ τὰς ἐπαρχίας ἔχειν εἰς ἄλλην τετραετίαν, καὶ χίλια τάλαντα λαμβάνειν καθʼ ἕκαστον ἐνιαυτόν, ἀφʼ ὧν θρέψει καὶ διοικήσει τὸ στρατιωτικόν.

然而在其他方面,他将一切整顿得井井有条,并立其岳父为同僚以分担剩余的五个月任期。此外亦有决议通过,准许他再保留其行省四年,并每年领取一千塔兰同,用以供养和统辖军队。

语法注3 条
  1. 55.2ἃ δὴ νέαις προστρίβεται γυναιξὶ τὰ τοιαῦτα μαθήματα

    该从句的主语为中性复数组 τὰ τοιαῦτα μαθήματα(“此类学问”),依据希腊语语法规则与单数动词 προστρίβεται 搭配。关系代词 ἃ 的先行词是前文的 ἀηδίας καὶ περιεργίας(“令人厌恶与多管闲事”),作中动相动词 προστρίβεται(“沾染”、“附带”)的直接宾语。与格 νέαις γυναιξί 作关系与格,整体构成倒装结构,意为“此类学问常会给年轻女子带来的(毛病)”。

  2. 55.3αὐτὴν τὴν ὑπατείαν ὀφείλων ἡγεῖσθαι συμφοράν, οὐκ ἂν οὕτω παρανόμως δοθεῖσαν εὐτυχούσης τῆς πατρίδος

    带有 ἄν 的分词短语 οὐκ ἂν... δοθεῖσαν 相当于过去非真实条件句的归结从句(即 ἣ οὐκ ἂν οὕτω παρανόμως ἐδόθη,“若非……绝不会如此违法地被授予”),修饰前面的 συμφοράν(或 τὴν ὑπατείαν)。该非真实条件的前提由属格独立结构 εὐτυχούσης τῆς πατρίδος(相当于 εἰ ἡ πατρὶς ηὐτύχει,“如果祖国处于顺境的话”)充当。

  3. 55.4ἐπεὶ δὲ ταῖς δίκαις τῶν δωροδοκιῶν καὶ δεκασμῶν ἐπιστάς

    此句是由连词 ἐπεὶ 引出的长篇时间/原因从属句的开端。在分词 ἐπιστάς(“主持”)与 γράψας(“制定”)的统辖下,前半段陈述了庞培整顿法庭的严肃公正(τὰ μὲν ἄλλα σεμνῶς ἐβράβευε... παρέχων),后半段则转折叙述其为岳父徇私干预(Σκηπίωνος δὲ τοῦ πενθεροῦ κρινομένου... ἐνέτυχε βοηθεῖν)。整个长句的主句核心动词最终落在 πάλιν οὖν ἤκουε κακῶς(“因而他再次名声受损”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:55.1-55.7