← 普鲁塔克

庞培传

§54.1-54.6

罗马的动荡与庞培就任单独执政官

庞培听任城邦陷入无政府状态以待被推举为独裁官,但在加图等人的妥协及政敌比布鲁斯的提议下,他最终被选为单独执政官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54.1

καίτοι Πομπήϊος εἶπέ ποτε δημηγορῶν ὅτι πᾶσαν ἀρχήν λάβοι πρότερον ἢ προσεδόκησε καὶ κατάθοιτο θᾶττον ἢ προσεδοκήθη.1 καὶ νὴ Δία μαρτυρούσας εἶχεν ἀεὶ τὰς διαλύσεις τῶν στρατοπέδων. τότε δὲ τὸν Καίσαρα δοκῶν οὐ προήσεσθαι τὴν δύναμιν ἐζήτει ταῖς πολιτικαῖς ἀρχαῖς ὀχυρὸς εἶναι πρὸς αὐτόν, ἄλλο δὲ οὐδὲν ἐνεωτέριζεν, οὐδὲ ἐβούλετο δοκεῖν ἀπιστεῖν, ἀλλʼ ὑπερορᾶν μᾶλλον καὶ καταφρονεῖν.

然而,庞培曾在一次公开演说中表示,他获得各项职务皆早于自己的预期,辞去各项职务亦快于他人的预期。确实,凭宙斯起誓,他历次遣散军队的举动总能为此作证。但在此刻,因料定恺撒绝不会放弃军权,他便力图借助于文职公职来构筑对抗恺撒的稳固阵地;除此以外他未作任何变革,亦不愿显出不信任的姿态,反而宁可表现得居高临下、不屑一顾。

§54.2

ἐπεὶ δὲ τὰς ἀρχὰς οὐ κατὰ γνώμην ἑώρα βραβευομένας, δεκαζομένων τῶν πολιτῶν, ἀναρχίαν ἐν τῇ πόλει περιεῖδε γενομένην καὶ λόγος εὐθὺς ἐχώρει πολὺς ὑπὲρ δικτάτορος, ὃν πρῶτος εἰς μέσον ἐξενεγκεῖν ἐτόλμησε Λουκίλλιος ὁ δήμαρχος, τῷ δήμῳ παραινῶν ἑλέσθαι δικτάτορα Πομπήϊον. ἐπιλαβομένου δὲ Κάτωνος οὗτος μὲν ἐκινδύνευσε τὴν δημαρχίαν ἀποβαλεῖν, ὑπὲρ δὲ Πομπηΐου πολλοὶ τῶν φίλων ἀπελογοῦντο παριόντες ὡς οὐ δεομένου τῆς ἀρχῆς ἐκείνης οὐδὲ βουλομένου.

然而,当他看到因公民受贿而使公职人选未能如其心愿决定时,便对城邦内产生的无政府状态听之任之。于是关于设立独裁官的言论旋即四起,保民官卢基利乌斯首开先例大胆将其公诸于众,劝告民众推举庞培为独裁官。但在小加图的弹劾下,他甚至面临失去保民官职位的危险;而庞培的大批友朋亦纷纷出面申辩,称他既不需要亦不渴望那一职位。

§54.3

Κάτωνος δὲ Πομπήϊον ἐπαινέσαντος καὶ προτρεψαμένου τῆς εὐκοσμίας ἐπιμεληθῆναι, τότε μὲν αἰδεσθεὶς ἐπεμελήθη, καὶ κατεστάθησαν ὕπατοι Δομέτιος καὶ Μεσσάλας, ὕστερον δὲ πάλιν ἀναρχίας γινομένης καὶ πλειόνων ἤδη τὸν περὶ τοῦ δικτάτορος λόγον ἐγειρόντων ἰταμώτερον, φοβηθέντες οἱ περὶ Κάτωνα μὴ βιασθῶσιν, ἔγνωσαν ἀρχήν τινα τῷ Πομπηΐῳ προέμενοι νόμιμον ἀποτρέψαι τῆς ἀκράτου καὶ τυραννικῆς ἐκείνης.

在加图赞赏庞培并劝促其维护公共秩序后,庞培当时因感惭愧而予以整顿,多米提乌斯与墨萨拉遂被确立为执政官。然而不久之后,无政府状态再次重现,且已有更多人更大胆地鼓噪起关于独裁官的议论;加图一行因惧怕被迫就范,遂决定以赋予庞培某种合法的公职为手段,使他避开那毫无制约且具僭主性质的专权。

§54.4

καὶ Βύβλος ἐχθρὸς ὢν Πομπηΐῳ πρῶτος ἀπεφήνατο γνώμην ἐν συγκλήτῳ Πομπήϊον μόνον ἑλέσθαι ὕπατον· ἢ γὰρ ἀπαλλαγήσεσθαι τῆς παρούσης τὴν πόλιν ἀκοσμίας, ἢ δουλεύσειν τῷ κρατίστῳ. φανέντος δὲ παραδόξου τοῦ λόγου διὰ τὸν εἰπόντα, Κάτων ἀναστὰς καὶ παρασχὼν δόκησιν ὡς ἀντιλέξοι, γενομένης σιωπῆς εἶπε τὴν προκειμένην γνώμην αὐτὸς μὲν οὐκ ἂν εἰσενεγκεῖν, εἰσενηνεγμένῃ δὲ ὑφʼ ἑτέρου πείθεσθαι κελεύειν, πᾶσαν μὲν ἀρχήν μᾶλλον αἱρούμενος ἀναρχίας, Πομπηΐου δὲ μηδένα βέλτιον ἄρξειν ἐν ταραχαῖς τηλικαύταις νομίζων.

甚至连庞培的政敌比布鲁斯亦首先在元老院提议,应选举庞培单独担任执政官;因为城邦要么得以摆脱当前的混乱,要么将受制于最优秀之人。因发言者之故,这一主张显得出人意料;加图起身时众人皆以为他将出言反对,待全场肃静之后,他却表示摆在面前的这项提案自己虽不会主动提出,但既然他人已经提出,他便主张遵从,因为他宁取任何公职亦胜于无政府状态,并认为在如此动荡之中没有人能比庞培治理得更好。

§54.5

δεξαμένης δὲ τῆς βουλῆς, καὶ ψηφισαμένης ὅπως ὕπατος αἱρεθεὶς ὁ Πομπήϊος ἄρχοι μόνος, εἰ δὲ αὐτὸς συνάρχοντος δεηθείη, μὴ θᾶττον δυοῖν μηνοῖν δοκιμάσας ἕλοιτο,2 κατασταθεὶς οὕτως καὶ ἀποδειχθεὶς διὰ Σουλπικίου μεσοβασιλέως ὕπατος ἠσπάζετο φιλοφρόνως τὸν Κάτωνα, πολλὴν ὁμολογῶν χάριν ἔχειν καὶ παρακαλῶν γίνεσθαι σύμβουλον ἰδίᾳ τῆς ἀρχῆς.

元老院采纳了这项提议,并决议推选庞培为执政官后单独执政,若他本人需要同僚,经审查后亦不得早于两个月选出。庞培经由临时执政官苏尔皮基乌斯任命并宣布为执政官后,极为热情地问候加图,声称对他满怀感激,并恳请加图担任其公职的私下顾问。

§54.6

Κάτων δὲ χάριν μὲν ἔχειν αὐτῷ τὸν Πομπήϊον οὐκ ἠξίου· διʼ ἐκεῖνον γὰρ ὧν εἶπεν οὐδὲν εἰπεῖν,3 διὰ δὲ τὴν πόλιν ἔσεσθαι δὲ σύμβουλος ἰδίᾳ παρακαλούμενος, ἐὰν δὲ μὴ παρακαλῆται, δημοσίᾳ φράσειν τὸ φαινόμενον. τοιοῦτος μὲν οὖν Κάτων ἐν πᾶσι.

加图却认为庞培完全没有理由向自己致谢:因为他所说的一切未曾有任何一句是因庞培而说,纯粹是为了城邦;若私下蒙召,他便会充当顾问,若未蒙召,他便会在公开场合直抒己见。加图在一切事务上皆是如此为人。

语法注3 条
  1. 54.1λάβοι πρότερον ἢ προσεδόκησε καὶ κατάθοιτο θᾶττον ἢ προσεδοκήθη

    在以ὅτι引导的间接引语中,由于主句动词为历史时态(εἶπε),原直接引语中的不定过去时直陈式(ἔλαβον, κατεθέμην)转为斜格希求式(λάβοι, κατάθοιτο)。而比较级从句中的动词(προσεδόκησε, προσεδοκήθη)则保留了不定过去时直陈式。

  2. 54.5μὴ θᾶττον δυοῖν μηνοῖν δοκιμάσας ἕλοιτο

    在表达元老院法令决议的ὅπως从句内,此句作为条件句(εἰ δὲ αὐτὸς... δεηθείη)的结论部。希求式ἕλοιτο与否定词μή连用,表达限制性规定(“不得早于两个月选出”)。δυοῖν μηνοῖν作为比较属格受副词θᾶττον支配。

  3. 54.6διʼ ἐκεῖνον γὰρ ὧν εἶπεν οὐδὲν εἰπεῖν

    延续前文οὐκ ἠξίου所蕴含的言说动词而形成的间接引语不定式结构(εἰπεῖν的主语为加图本人)。关系代词ὧν由于省略了先行词τούτων而发生格的吸引(attractio relativi),原为宾格ἅ被同化为主导其的部分属格,与οὐδὲν搭配构成“在他所言之事中无一”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:54.1-54.6