- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:53.1-53.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培因钟爱妻子尤利娅而流连度假胜地并招致嫉恨,尤利娅经历流产后因产难去世并在民众的哀悼中下葬。随后克拉苏战死帕提亚,消除了制衡恺撒与庞培的最后障碍,使得二人的争霸无可避免。
ἐπὶ τούτοις δὲ θαυμαστωθεὶς καὶ ἀγαπηθείς, αὖθις οὐκ ἐλάττονα φθόνον ἔσχεν, ὅτι πρεσβευταῖς φίλοις παραδοὺς τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας, αὐτὸς ἐν τοῖς περὶ τὴν Ἰταλίαν ἡβητηρίοις, μετιὼν ἄλλοτε ἀλλαχόσε, μετὰ τῆς γυναικὸς διῆγεν, εἴτε ἐρῶν αὐτῆς, εἴτε ἐρῶσαν οὐχ ὑπομένων ἀπολιπεῖν· καὶ γὰρ καὶ τοῦτο λέγεται.
庞培虽因这些盛举而备受钦佩与喜爱,但随后又招致了不亚于此的嫉恨,因为他将军队与各行省托付给身为副官的友人们,自己则同妻子一道流连于意大利各处的度假胜地,辗转于此间与彼处,或因深爱着她,或因不忍舍弃对自己爱之深切的妻子——因为世人亦有此说。
καὶ περιβόητον ἦν τῆς κόρης τὸ φίλανδρον, οὐ καθʼ ὥραν ποθούσης τὸν Πομπήϊον, ἀλλʼ αἴτιον ἔοικεν ἥ τε σωφροσύνη τοῦ ἀνδρὸς εἶναι μόνην γινώσκοντος τὴν γεγαμημένην, ἥ τε σεμνότης οὐκ ἄκρατον, ἀλλʼ εὔχαριν ἔχουσα τὴν ὁμιλίαν καὶ μάλιστα γυναικῶν ἀγωγόν, εἰ δεῖ μηδὲ Φλώραν ἁλῶναι τὴν ἑταίραν ψευδομαρτυριῶν.1
这位年轻少妇对丈夫的深情为人所共知,她对庞培的爱慕远非其年岁所宜;然而其缘由似乎既在乎丈夫的节制——他除明媒正娶之妻外不知其他女子,又在乎他的威仪在交往中并非一味刻板,而是带有一种特别能吸引女子的亲切魅力——如果名妓弗洛拉不应被判定为作伪证的话。
ἐν δʼ οὖν ἀγορανομικοῖς ἀρχαιρεσίοις εἰς χεῖράς τινων ἐλθόντων καὶ φονευθέντων περὶ αὐτὸν οὐκ ὀλίγων ἀναπλησθεὶς αἵματος ἤλλαξε τὰ ἱμάτια, πολλοῦ δὲ θορύβου καὶ δρόμου πρὸς τὴν οἰκίαν γενομένου τῶν κομιζόντων τὰ ἱμάτια θεραπόντων, ἔτυχε μὲν ἡ κόρη κύουσα, θεασαμένη δὲ καθῃμαγμένην τὴν τήβεννον ἐξέλιπε καὶ μόλις ἀνήνεγκεν, ἐκ δὲ τῆς ταραχῆς ἐκείνης καὶ τοῦ πάθους ἀπήμβλωσεν.
无论如何,在市政官选举之时,某些人动起手来,在庞培周围有不少人被杀,他身上沾满了鲜血,因而换下了衣袍;当运送衣服的仆从们骚动喧嚣着奔回宅邸时,年轻的少妇恰好怀有身孕,一见血迹斑斑的托加便晕厥过去,好不容易苏醒过来,却因那场惊恐与悲痛而流产了。
ὅθεν οὐδὲ οἱ μάλιστα μεμφόμενοι τὴν πρὸς Καίσαρα Πομπηΐου φιλίαν ᾐτιῶντο τὸν ἔρωτα τῆς γυναικός, αὖθις μέντοι κυήσασα καὶ τεκοῦσα θῆλυ παιδίον ἐκ τῶν ὠδίνων ἐτελεύτησε, καὶ τὸ παιδίον οὐ πολλὰς ἡμέρας ἐπέζησε, παρεσκευασμένου δὲ τοῦ Πομπηΐου τὸ σῶμα θάπτειν ἐν Ἀλβανῷ, βιασάμενος ὁ δῆμος εἰς τὸ Ἄρειον πεδίον κατήνεγκεν, οἴκτῳ τῆς κόρης μᾶλλον ἢ Πομπηΐῳ καὶ Καίσαρι χαριζόμενος.
因此,即使是那些最为严厉指责庞培与恺撒结盟之人,亦未曾怪罪他对妻子的爱恋。然而,她再度怀孕并产下一名女婴后,终因产痛离世,女婴亦未曾多活数日。庞培本已准备将遗体安葬于阿尔巴努姆,但民众却强行将其运往战神广场,这与其说是为了取悦庞培与恺撒,毋宁说是出于对这位少妇的哀怜。
αὐτῶν δὲ ἐκείνων μεῖζον ἐδόκει μέρος ἀπόντι Καίσαρι νέμειν ὁ δῆμος ἢ Πομπηΐῳ παρόντι τῆς τιμῆς,2 εὐθὺς γὰρ ἐκύμαινεν ἡ πόλις, καὶ πάντα τὰ πράγματα σάλον εἶχε καὶ λόγους διαστατικούς, ὡς ἡ πρότερον παρακαλύπτουσα μᾶλλον ἢ κατείργουσα τῶν ἀνδρῶν τὴν φιλαρχίαν οἰκειότης ἀνῄρηται.
但就那两人本身而言,民众似乎将这份荣誉中更大的份额赋予了远方的恺撒,而非在场的庞培;因为城邦旋即动荡如潮,一切事务皆陷入摇摆,纷争之论四起,盖因先前与其说是遏制倒不如说是遮掩两人权势野心的联姻纽带已被切断。
μετʼ οὐ πολὺ δὲ καὶ Κράσσος ἐν Πάρθοις ἀπολωλὼς ἠγγέλλετο· καὶ τοῦτο κώλυμα ὂν μέγα τοῦ συμπεσεῖν τὸν ἐμφύλιον πόλεμον ἐκποδὼν ἐγεγόνει· δεδιότες γὰρ ἐκεῖνον ἀμφότεροι τοῖς πρὸς ἀλλήλους ἁμῶς γε πως ἐνέμενον δικαίοις. ἐπεὶ δὲ ἀνεῖλεν ἡ τύχη τὸν ἔφεδρον τοῦ ἀγῶνος,3 εὐθὺς ἦν εἰπεῖν τὸ κωμικόν, ὡς "ἅτερος πρὸς τὸν ἕτερον ὑπαλείφεται τὼ χεῖρέ θʼ ὑποκονίεται."
不久之后,便传来了克拉苏在帕提亚战死的消息;而这一内战爆发的巨大阻碍亦被清除了。因为两人出于对克拉苏的畏惧,此前尚能在彼此之间勉力维持公正。然而,当命运将这场争斗中的替补待战者除去之后,人们立刻便能引用喜剧诗人的诗句道:“一人正针对另一人,/给双手抹上油,并擦上土尘。”
οὕτως ἡ τύχη μικρόν ἐστι πρὸς τὴν φύσιν. οὐ γὰρ ἀποπίμπλησιν αὐτῆς τὴν ἐπιθυμίαν, ὅπου τοσοῦτον βάθος ἡγεμονίας καὶ μέγεθος εὐρυχωρίας δυοῖν ἀνδροῖν οὐκ ἐπέσχεν, ἀλλʼ ἀκούοντες καὶ ἀναγινώσκοντες ὅτι τριχθὰ δὲ πάντα δέδασται τοῖς θεοῖς, ἕκαστος δʼ ἔμμορε τιμῆς, ἑαυτοῖς οὐκ ἐνόμιζον ἀρκεῖν δυσὶν οὖσι τὴν Ῥωμαίων ἀρχήν.
由此可见,运命相比于人的本性是何其微小,因为它无法填满本性的欲望——如此深厚的霸权与辽阔的领土竟容不下区区两人;他们虽然听闻并读到,诸神之间一切皆三分而定,各得其荣耀之份额,但仅仅两人之躯,却仍不认为罗马人的帝国足以为他们所共享。
- 53.2εἰ δεῖ μηδὲ Φλώραν ἁλῶναι τὴν ἑταίραν ψευδομαρτυριῶν
动词 ἁλίσκομαι 在法庭用语中意为“被定罪”或“获罪”,后接罪名的属格(ψευδομαρτυριῶν,“伪证罪”)。整个条件从句带有保留语气:“倘若名妓弗洛拉不应被判定为作伪证的话”,指涉的是她此前关于庞培迷人魅力的证言。
- 53.5αὐτῶν δὲ ἐκείνων μεῖζον ἐδόκει μέρος ἀπόντι Καίσαρι νέμειν ὁ δῆμος ἢ Πομπηΐῳ παρόντι τῆς τιμῆς
此处出现语序倒置与离隔(hyperbaton)。句首的 αὐτῶν ἐκείνων 为指代前文庞培与恺撒的部分属格(“就那两人本身而言”),而句末的 τῆς τιμῆς 则远隔修饰 μεῖζον μέρος(这份荣誉中更大的份额)。句子的主语是 ὁ δῆμος,谓语为 ἐδόκει,不定式 νέμειν 支配了平行的比较与格:“赋予不在场的恺撒(ἀπόντι Καίσαρι),而非在场的庞培(Πομπηΐῳ παρόντι)”。
- 53.6τὸν ἔφεδρον τοῦ ἀγῶνος
古代摔跤或格斗竞技术语的比喻性引申。ἔφεδρος 原指因人数为奇数而轮空抽中“待战权”、准备与胜者交锋的“替补待战选手”。在此指克拉苏作为第三方同时制衡着恺撒与庞培,阻止了二者之间的直接决裂。
