← 普鲁塔克

庞培传

§52.1-52.4

庞培与克拉苏强取执政官及大剧场落成赛会

庞培党羽以武力阻挠受卡托支持的多米提乌斯参选执政官;掌权后,庞培与克拉苏以舞弊手段阻击卡托当选裁判官,强行通过划分省份与权力的法案,随后庞培为其大剧场举行了奢华的落成竞技表演。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§52.1

οὐ μὴν ἀλλὰ τῶν ἄλλων ἀποστάντων τοῦ παραγγέλλειν ὑπατείαν, Λεύκιον Δομέτιον Κάτων ἔπεισε καὶ παρεθάρρυνε μὴ ἀπειπεῖν οὐ γὰρ ὑπὲρ ἀρχῆς, ἀλλʼ ὑπὲρ ἐλευθερίας εἶναι τὸν ἀγῶνα1 πρὸς τοὺς τυράννους, οἱ δὲ περὶ τὸν Πομπήϊον φοβηθέντες τὸν τόνον τοῦ Κάτωνος, μὴ τὴν βουλὴν ἔχων ἅπασαν ἀποσπάσῃ καὶ μεταβάλῃ τοῦ δήμου τὸ ὑγιαῖνον,2 οὐκ εἴασαν εἰς ἀγορὰν κατελθεῖν τὸν Δομέτιον, ἀλλʼ ἐπιπέμψαντες ἐνόπλους ἄνδρας ἀπέκτειναν μὲν τὸν προηγούμενον λυχνοφόρον, ἐτρέψαντο δὲ τοὺς ἄλλους· ἔσχατος δὲ Κάτων ἀνεχώρησε, τρωθεὶς τὸν δεξιὸν πῆχυν3 ἀμυνόμενος πρὸ τοῦ Δομετίου. τοιαύτῃ δὲ ὁδῷ παρελθόντες ἐπὶ τὴν ἀρχὴν οὐδὲ τἆλλα κοσμιώτερον ἔπραττον. ἀλλὰ πρῶτον μὲν τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρουμένου καὶ τὴν ψῆφον ἐπιφέροντος,4 Πομπήϊος ἔλυσε τὴν ἐκκλησίαν οἰωνοὺς αἰτιώμενος, ἀντὶ δὲ Κάτωνος Βατίνιον ἀνηγόρευσαν, ἀργυρίῳ τὰς φυλὰς διαφθείραντες.

然而,在其他人均放弃竞选执政官之际,卡托仍说服并勉励卢基乌斯·多米提乌斯切勿放弃,声称与僭主的斗争并非为了官职,而是为了自由。但庞培的党羽畏惧卡托的坚定气魄,唯恐他握有整个元老院的支持,会将民众中健全的部分也拉拢并转变过去,因而决不容许多米提乌斯前往广场;他们反而派出一队武装人员,杀害了在前引路的持火炬仆从,并击溃了其他人。卡托则因在多米提乌斯身前奋力防御而右前臂负伤,最后一个撤离。通过这种手段登上执政官宝座的他们,在此后的其他行径中也丝毫不见收敛。首先,当民众正欲选举卡托为裁判官并正在投票之际,庞培借口出现不祥征兆解散了公民大会,他们又用金钱贿赂各部落,从而宣布瓦提尼乌斯而非卡托当选。

§52.3

ἔπειτα νόμους διὰ Τρεβωνίου δημαρχοῦντος εἰσέφερον, Καίσαρι μέν, ὥσπερ ὡμολόγητο, δευτέραν ἐπιμετροῦντας πενταετίαν, Κράσσῳ δὲ Συρίαν καὶ τὴν ἐπὶ Πάρθους στρατείαν διδόντας, αὐτῷ δὲ Πομπηΐῳ Λιβύην ἅπασαν καὶ Ἰβηρίαν ἑκατέραν καὶ τέσσαρα τάγματα στρατιωτῶν, ὧν ἐπέχρησε δύο Καίσαρι δεηθέντι πρὸς τὸν ἐν Γαλατίᾳ πόλεμον.

随后,他们通过保民官特雷波尼乌斯提出各项法案,如先前协定一般,为恺撒续增了第二个五年任期,将叙利亚及讨伐帕提亚人的战事赋予克拉苏,并将全利比亚、两伊比利亚以及四个军团的兵力授予庞培自己;在恺撒的恳请下,庞培将其中两个军团借予其用于高卢战争。

§52.4

ἀλλὰ Κράσσος μὲν ἐξῆλθεν εἰς τὴν ἐπαρχίαν ἀπαλλαγεὶς τῆς ὑπατείας, Πομπήϊος δὲ τὸ θέατρον ἀναδείξας ἀγῶνας ἦγε γυμνικοὺς καὶ μουσικοὺς ἐπὶ τῇ καθιερώσει, καὶ θηρῶν ἁμίλλας ἐν οἷς πεντακόσιοι λέοντες ἀνῃρέθησαν, ἐπὶ πᾶσι δὲ τὴν ἐλεφαντομαχίαν, ἐκπληκτικώτατον θέαμα, παρέ

之后,克拉苏卸任执政官便启程前往自己的行省;庞培则落成了他的大剧场,并在落成典礼上举办了竞技与音乐竞赛,以及斩杀了五百头雄狮的兽斗表演,最后更呈献了最为震撼人心的大象搏斗之奇观。

语法注4 条
  1. 52.1οὐ γὰρ ὑπὲρ ἀρχῆς, ἀλλʼ ὑπὲρ ἐλευθερίας εἶναι τὸν ἀγῶνα

    间接引语中的“宾格加不定式”结构。虽然句中没有独立的言说动词,但该结构承接前述动词 ἔπεισε καὶ παρεθάρρυνε 所蕴含的言语意义,转述卡托鼓舞多米提乌斯时陈述的理由。

  2. 52.1μὴ τὴν βουλὴν ἔχων ἅπασαν ἀποσπάσῃ καὶ μεταβάλῃ τοῦ δήμου τὸ ὑγιαῖνον

    由表示忧虑的连词 μή 引导的从属从句,依存于分词 φοβηθέντες。分词 ἔχων 表条件或伴随手段(“掌握整个元老院”),修饰虚拟式动词 ἀποσπάσῃ 与 μεταβάλῃ 未表达的主语卡托。短语 τοῦ δήμου τὸ ὑγιαῖνον 为中性单数分词实体化用法,指“民众中健全理智的部分”。

  3. 52.2τρωθεὶς τὸν δεξιὸν πῆχυν

    与被动分词 τρωθείς 搭配的“关涉宾格”(或称希腊宾格),明确指出了受伤的具体身体部位(“右前臂”)。

  4. 52.2τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρουμένου καὶ τὴν ψῆφον ἐπιφέροντος

    绝对属格结构(τοῦ δήμου ... αἱρουμένου καὶ ... ἐπιφέροντος)中,宾语 τὸν Κάτωνα 被前置到属格主语之前以示强调,并与宾补名词 στρατηγόν 构成双重宾格搭配(“选举卡托为裁判官”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:52.1-52.4