- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:51.1-51.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒在高卢战争中整肃军容,并将财富送往罗马结交权要,随后在卢卡会晤中与庞培、克拉苏结盟。该密约泄露后,马尔凯利努斯在公民大会上当面追问两人竞选执政官之事,庞培与克拉苏分别作出了避重就轻的答复。
ἐν τούτῳ δὲ τῷ χρόνῳ μέγαν ἦραν οἱ Κελτικοὶ πόλεμοι Καίσαρα· καὶ δοκῶν πορρωτάτω τῆς Ῥώμης ἀπεῖναι καὶ συνηρτῆσθαι Βέλγαις καὶ Σουήβοις καὶ Βρεττανοῖς, ἐλάνθανεν ὑπὸ δεινότητος ἐν μέσῳ τῷ δήμῳ καὶ τοῖς κυριωτάτοις πράγμασι καταπολιτευόμενος τὸν Πομπήϊον.1
在此期间,高卢战争极大地提升了恺撒的声威。尽管众人以为他远在罗马之外,正与贝尔盖人、苏维汇人和不列颠人纠缠不休,他却凭着过人的手腕,在民众之中以及国家最核心的政务上,暗中压倒了庞培。
αὐτὸς μὲν γὰρ ὡς σῶμα τὴν στρατιωτικὴν δύναμιν περικείμενος, οὐκ ἐπὶ τοὺς βαρβάρους, ἀλλʼ ὥσπερ ἐν θήραις καὶ κυνηγεσίοις τοῖς πρὸς ἐκείνους ἀγῶσι γυμνάζων, διεπόνει, καὶ κατεσκεύαζεν ἄμαχον καὶ φοβεράν, χρυσὸν δὲ καὶ ἄργυρον καὶ τἆλλα λάφυρα καὶ τὸν ἄλλον πλοῦτον τὸν ἐκ πολέμων τοσούτων περιγινόμενον εἰς τὴν Ῥώμην ἀποστέλλων, καὶ διαπειρῶν ταῖς δωροδοκίαις καὶ συγχορηγῶν ἀγορανόμοις καὶ στρατηγοῖς καὶ ὑπάτοις καὶ γυναιξὶν αὐτῶν, ᾠκειοῦτο πολλούς·
原来,他将这支军事力量如披戴躯体般围在身边,并非针对蛮族,而是借着与他们的战事,如同在打猎和搜捕中操练一般加以磨砺,将其锤炼得无可匹敌且令人畏惧;与此同时,他把从诸多战事中余下的金银、其他战利品及各种财富送往罗马,用贿赂加以试探,资助市政官、裁判官、执政官及其妻子们,从而拉拢了许多人。
ὥστε ὑπερβαλόντος αὐτοῦ τὰς Ἄλπεις καὶ διαχειμάζοντος ἐν Λούκῃ, τῶν μὲν ἄλλων ἀνδρῶν καὶ γυναικῶν ἁμιλλωμένων καὶ φερομένων πολὺ πλῆθος γενέσθαι, συγκλητικοὺς δὲ διακοσίους, ἐν οἷς καὶ Πομπήϊος ἦν καὶ Κράσσος, ἀνθυπάτων δὲ καὶ στρατηγῶν ἑκατὸν εἴκοσι ῥάβδους ἐπὶ ταῖς Καίσαρος θύραις ὀφθῆναι.2
因此,当他越过阿尔卑斯山并在卢卡过冬时,其余男女争先恐后奔走而至,聚集了巨大的人群,而在恺撒门前,竟可见到两百名元老院议员(庞培和克拉苏亦在其列),以及属于资深执政官与裁判官的一百二十根束棒。
τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἐμπλήσας ἐλπίδων καὶ χρημάτων ἀπέστελλε, Κράσσῳ δὲ καὶ Πομπηΐῳ πρὸς αὐτὸν ἐγένοντο συνθῆκαι, μετιέναι μὲν ὑπατείας ἐκείνους καὶ Καίσαρα συλλαμβάνειν αὐτοῖς,3 πέμποντα τῶν στρατιωτῶν συχνοὺς ἐπὶ τὴν ψῆφον, ἐπὰν δὲ αἱρεθῶσι τάχιστα, πράττειν μὲν ἑαυτοῖς ἐπαρχιῶν καὶ στρατοπέδων ἡγεμονίας, Καίσαρι δὲ τὰς οὔσας βεβαιοῦν εἰς ἄλλην πενταετίαν.
于是,恺撒用希望与金钱满足了其余所有的人,将他们打发回去;但他与克拉苏、庞培之间达成了协定:由那二人出面竞选执政官,恺撒则派大批士兵前去投票以助他们一臂之力,且一旦当选,他们便为自己谋取行省与军队的统率权,而将恺撒现有的管区再确认延长五年。
ἐπὶ τούτοις ἐξενεχθεῖσιν εἰς τοὺς πολλοὺς χαλεπῶς ἔφερον οἱ πρῶτοι· καὶ Μαρκελλῖνος ἐν τῷ δήμῳ καταστὰς ἀμφοῖν ἐναντίον ἠρώτησεν εἰ μετίασιν ὑπατείαν. καὶ τῶν πολλῶν ἀποκρίνασθαι κελευόντων, πρῶτος Πομπήϊος εἶπεν ὡς τάχα μὲν ἂν μετέλθοι, τάχα δὲ οὐκ ἂν μετέλθοι· Κράσσος δὲ πολιτικώτερον οὕτω γὰρ ἔφη πράξειν ὁποτέρως ἂν οἴηται τῷ κοινῷ συνοίσειν.
这些事情被泄露给大众后,贵人显贵们大为恼火;马尔凯利努斯在民众大会上站立起来,当着二人的面质问他们是否竞选执政官。在众人要求作答之下,庞培首先回答说,他或许会竞选,或许也不会竞选;克拉苏则显得更有政客手段,他说他将根据何者更有利于国家利益来行事。
ἐπιφυομένου δὲ Πομπηΐῳ Μαρκελλίνου καὶ σφοδρῶς λέγειν δοκοῦντος, ὁ Πομπήϊος ἔφη πάντων ἀδικώτατον εἶναι τὸν Μαρκελλῖνον, ὃς χάριν οὐκ ἔχει λόγιος μὲν ἐξ ἀφώνου διʼ αὐτόν, ἐμετικὸς δὲ ἐκ πεινατικοῦ γενόμενος.4
由于马尔凯利努斯紧追着庞培不放,显得言辞甚为激烈,庞培便宣称马尔凯利努斯是所有人中最不公正之徒,因为他借着自己的提携才由笨嘴拙舌变为能言善辩,由饥民变成腹胀至呕吐之人,却连丝毫感激之心都没有。
- 51.1ἐλάνθανεν ὑπὸ δεινότητος ἐν μέσῳ τῷ δήμῳ καὶ τοῖς κυριωτάτοις πράγμασι καταπολιτευόμενος τὸν Πομπήϊον
动词 ἐλάνθανεν(λανθάνω 的未完成过去时)接补充主格分词 καταπολιτευόμενος,构成经典惯用句式,意为“暗中/神不知鬼不觉地在政治上压制庞培”。省略的主语为恺撒,与前面的分词短语 δοκῶν ... ἀπεῖναι 形成强烈对照,突出了他在众人以为其远在天边时实已暗控政局的手段。
- 51.3ὥστε ὑπερβαλόντος αὐτοῦ τὰς Ἄλπεις καὶ διαχειμάζοντος ἐν Λούκῃ, τῶν μὲν ἄλλων ἀνδρῶν καὶ γυναικῶν ἁμιλλωμένων καὶ φερομένων πολὺ πλῆθος γενέσθαι, συγκλητικοὺς δὲ διακοσίους, ἐν οἷς καὶ Πομπήϊος ἦν καὶ Κράσσος, ἀνθυπάτων δὲ καὶ στρατηγῶν ἑκατὸν εἴκοσι ῥάβδους ἐπὶ ταῖς Καίσαρος θύραις ὀφθῆναι
由表示结果的连接词 ὥστε 引导的长句,其主要谓词为两个并列的宾格不定式结构(πολὺ πλῆθος γενέσθαι 与 συγκλητικοὺς ... ὀφθῆναι)。句中嵌套了两个属格绝对结构(ὑπερβαλόντος αὐτοῦ ... 与 τῶν μὲν ἄλλων ... ἁμιλλωμένων),而 ὀφθῆναι 的逻辑主语则是并列的两个宾格短语(两百名元老院议员与一百二十根束棒)。
- 51.4μετιέναι μὲν ὑπατείας ἐκείνους καὶ Καίσαρα συλλαμβάνειν αὐτοῖς
同位语性质(说明性)的不定式(μετιέναι, συλλαμβάνειν,以及随后的 πράττειν, βεβαιοῦν),用于具体阐明先行名词 συνθῆκαι(协定)的内容。其逻辑主语分别以宾格出现:ἐκείνους(指庞培和克拉苏)与 Καίσαρα。
- 51.6ἐμετικὸς δὲ ἐκ πεινατικοῦ γενόμενος
与前面的 λόγιος μὲν ἐξ ἀφώνου(从哑口无言到雄辩口才)形成对偶。形容词 πεινατικός 指“饥饿的、濒于饥死的”,ἐμετικός 指“欲呕吐的(尤指因饱食过度而致呕)”,介词 ἐκ 表示状态的转变。此句以辛辣的比喻谴责马尔凯利努斯在得到庞培提拔、从穷困潦倒跃升至穷奢极欲之后不知感恩。
