- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:48.1-48.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培通过暴力清除政敌并强行通过各项法案,确立了凯撒的长期总督特权。但随着庞培沉溺于新婚娇妻而荒废政务,保民官克洛狄乌斯趁机抬头并公开肆意羞辱他。
ἐκ δὲ τούτου Πομπήϊος ἐμπλήσας στρατιωτῶν τὴν πόλιν ἅπαντα τὰ πράγματα βίᾳ κατεῖχε. βύβλῳ τε γὰρ εἰς ἀγορὰν τῷ ὑπάτῳ κατιόντι μετὰ Λευκόλλου καὶ Κάτωνος ἄφνω προσπεσόντες κατέκλασαν τὰς ῥάβδους, αὐτοῦ δέ τις κοπρίων κόφινον ἐκ κεφαλῆς τοῦ Βύβλου κατεσκέδασε, δύο δὲ δήμαρχοι τῶν συμπροπεμπόντων ἐτρώθησαν.
从此以后,庞培使城邦布满士兵,以武力控制了一切。因为当执政官比布鲁斯与卢库鲁斯及小加图一同走下广场时,有人突然扑向他们并折断了扈从的束棒,还有人从比布鲁斯本人头上倒下一筐粪便,随行护送的保民官中有两人受伤。
οὕτω δὲ τῶν ἐνισταμένων τὴν ἀγορὰν ἐρημώσαντες ἐπεκύρωσαν τὸν περὶ τῆς διανομῆς τῶν χωρίων νόμον δελεασθεὶς ὁ δῆμος εἰς πᾶσαν ἤδη τιθασὸς αὐτοῖς ἐγεγόνει καὶ κατάντης πρᾶξιν, οὐδὲν πολυπραγμονῶν, ἀλλʼ ἐπιφέρων σιωπῇ τοῖς γραφομένοις τὴν ψῆφον.
他们以此种方式将反对者从广场上肃清后,便通过了关于土地分配的法律。民众受此诱惑,如今对他们的每一项行动都变得驯服而顺从,不再多管闲事,只是对所提出的一切法案默默投下赞成票。
ἐκυρώθησαν οὖν Πομπηΐῳ μὲν αἱ διατάξεις ὑπὲρ ὧν Λεύκολλος ἤριζε, Καίσαρι δὲ τὴν ἐντὸς Ἄλπεων καὶ τὴν ἐκτὸς ἔχειν Γαλατίαν καὶ Ἰλλυριοὺς εἰς πενταετίαν καὶ τέσσαρα τάγματα τέλεια στρατιωτῶν, ὑπάτους δὲ εἰς τὸ μέλλον εἶναι Πείσωνα τὸν Καίσαρος πενθερὸν καὶ Γαβίνιον, ἄνδρα τῶν Πομπηΐου κολάκων ὑπερφυέστατον.
于是,庞培那些曾遭卢库鲁斯争辩反对的处置措施均获批准,凯撒则获得了山内高卢与山外高卢及伊利里亚为期五年的统治权,以及四个齐装满员的士兵军团;来年的执政官则内定为凯撒的岳父皮索,以及庞培的谄媚者中最过分露骨的加比尼乌斯。
πραττομένων δὲ τούτων Βύβλος μὲν εἰς τὴν οἰκίαν κατακλεισάμενος ὀκτὼ μηνῶν1 οὐ προῆλθεν ὑπατεύων, ἀλλʼ ἐξέπεμπε διαγράμματα βλασφημίας ἀμφοῖν ἔχοντα καὶ κατηγορίας, Κάτων δὲ ὥσπερ ἐπίπνους καὶ φοιβόληπτος ἐν τῇ βουλῇ τὰ μέλλοντα τῇ πόλει καὶ τῷ Πομπηΐῳ προηγόρευε, Λεύκολλος δὲ ἀπειπὼν ἡσυχίαν ἦγεν ὡς οὐκέτι πρὸς πολιτείαν ὡραῖος·2 ὅτε δὴ καὶ Πομπήϊος ἔφη, γέροντι τὸ τρυφᾶν ἀωρότερον εἶναι τοῦ πολιτεύεσθαι.
正当这些事情推行之际,比布鲁斯把自己关在家中,在执政官任期内的八个月里足不出户,只是不断发出包含对两人辱骂与控诉的告示。小加图在元老院中宛如神灵附体、受阿波罗感召一般,预言着城邦与庞培所将面临的未来;而卢库鲁斯则放弃抗争,闲居退隐,自以为不再适合从事政治;当时庞培甚至还讽刺说,对一个老人而言,纵情享乐比从政更为不合时宜。
ταχὺ μέντοι καὶ αὐτὸς ἐμαλάσσετο τῷ τῆς κόρης ἔρωτι καὶ προσεῖχεν ἐκείνῃ τὰ πολλὰ καὶ συνδιημέρευεν ἐν ἀγροῖς καὶ κήποις, ἠμέλει δὲ τῶν κατʼ ἀγορὰν πραττομένων, ὥστε καὶ Κλώδιον αὐτοῦ καταφρονῆσαι δημαρχοῦντα τότε καὶ θρασυτάτων ἅψασθαι πραγμάτων.
然而不久之后,庞培自己也因对年轻妻子的爱恋而变得软弱,将大部分心思放在她身上,整日与她在田间和花园中消磨时光,而忽视了广场上发生的事,以致当时担任保民官的克洛狄乌斯也开始蔑视他,并着手进行极其胆大妄为的勾当。
ἐπεὶ γὰρ ἐξέβαλε Κικέρωνα, καὶ Κάτωνα προφάσει στρατηγίας εἰς Κύπρον ἀπέπεμψε, Καίσαρος εἰς Γαλατίαν ἐξεληλακότος, αὑτῷ δὲ προσέχοντα τὸν δῆμον ἑώρα πάντα πράττοντι καὶ πολιτευομένῳ πρός χάριν, εὐθὺς ἐπεχείρει τῶν Πομπηΐου διατάξεων ἐνίας ἀναιρεῖν, καὶ Τιγράνην τὸν αἰχμάλωτον ἀφαρπάσας εἶχε σὺν αὑτῷ, καὶ τοῖς φίλοις δίκας ἐπῆγε, πεῖραν ἐν ἐκείνοις τῆς Πομπηΐου λαμβάνων δυνάμεως.
因为当克洛狄乌斯驱逐了西塞罗,又以委派军职为借口将小加图打发到塞浦路斯,凯撒也已出征高卢之后,他见民众因自己行事施政事事讨好而倾心归附,便随即企图废除庞培的部分规章,强行夺走俘虏提格兰并留在身边,还对庞培的朋友们提起诉讼,借这些人来试探庞培的权势。
τέλος δέ, προελθόντος αὐτοῦ πρός τινα δίκην, ἔχων ὑφʼ αὑτῷ πλῆθος ἀνθρώπων ἀσελγείας καὶ ὀλιγωρίας μεστὸν αὐτὸς μὲν εἰς ἐπιφανῆ τόπον καταστὰς ἐρωτήματα τοιαῦτα προὔβαλλε· τίς ἐστιν αὐτοκράτωρ ἀκόλαστος; τίς ἀνὴρ ἄνδρα ζητεῖ; τίς ἑνὶ δακτύλῳ κνᾶται τὴν κεφαλήν;3 οἱ δέ, ὥσπερ χορὸς εἰς ἀμοιβαῖα συγκεκροτημένος, ἐκείνου τὴν τήβεννον ἀνασείοντος ἐφʼ ἑκάστῳ μέγα βοῶντες ἀπεκρίναντο· Πομπήϊος.
最后,当庞培为某场官司出庭时,克洛狄乌斯率领着一群充满傲慢与轻慢的暴民,自己站上一处显眼的高地,提出这样的质问: “谁是荒淫放荡的统帅?谁是寻找男人的男人?谁用一根手指挠头?” 而那些暴民如同排练过应答歌唱的合唱队一般,每当克洛狄乌斯挥动托加长袍时,便对每一个问题齐声高呼回答道: “庞培!”
- 48.4ὀκτὼ μηνῶν
时间属格,表示“在八个月的时间内/八个月期间”。虽然表示时间延续通常使用宾格,但此处属格用来标示否定动作(οὐ προῆλθεν)所涵盖的时间范围。
- 48.4ὡς οὐκέτι πρὸς πολιτείαν ὡραῖος
连词 ὡς 后接形容词短语,表示主语卢库鲁斯的主观理由或自陈的名义(“以为自己不再适合从政”)。形容词 ὡραῖος(本义为“及时的、年富力强的”)与介词短语 πρὸς πολιτείαν 连用,表示“已过从政的适当年岁”。
- 48.7τίς ἑνὶ δακτύλῳ κνᾶται τὴν κεφαλήν;
中动态动词 κνᾶται(“挠、抓”)带有直接宾格(或限定身体部位的关系宾格)τὴν κεφαλήν(“头”)。在古希腊罗马的讽刺习俗中,“用一根手指挠头”是用来影射男子柔靡、娘娘腔或具有同性情欲倾向的典型俗语(借指其为免弄乱精心梳理的发型而小心翼翼)。
