← 普鲁塔克

庞培传

§47.1-47.6

前三头同盟的形成与茱莉亚的联姻

恺撒促成克拉苏与庞培和解并当选执政官,就其土地法案促使庞培公开许诺动用武力支持,并通过迎娶与联姻巩固了同盟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47.1

τότε δὲ Καῖσαρ ἐλθὼν ἀπὸ στρατείας ἥψατο πολιτεύματος ὃ πλείστην μὲν αὐτῷ χάριν ἐν τῷ παρόντι καὶ δύναμιν εἰσαῦθις ἤνεγκε, μέγιστα δὲ Πομπήϊον ἔβλαψε καὶ τὴν πόλιν. ὑπατείαν μὲν γὰρ μετῄει πρώτην ὁρῶν δὲ ὅτι Κράσσου πρὸς Πομπήϊον διαφερομένου θατέρῳ προσθέμενος ἐχθρῷ χρήσεται τῷ ἑτέρῳ, τρέπεται πρὸς διαλλαγὰς ἀμφοῖν, πρᾶγμα καλὸν μὲν ἄλλως καὶ πολιτικόν, αἰτίᾳ δὲ φαύλῃ καὶ μετὰ δεινότητος ὑπʼ ἐκείνου συντεθὲν ἐπιβούλως.

此时,凯撒从远征中归来,采取了一项在当时为他带来极大的民众好感、在日后为他带来巨大权势,却对庞培与城邦造成最大危害的政治策略。他当时正角逐自己的首任执政官职位;但他看到克拉苏与庞培彼此不和,若依附于一方,便会将另一方变为仇敌,于是致力于促成两人的和解。这在通常情况下是一件高尚而富有政治家风范的举动,但他却是出于卑劣的动机与险恶的心机而谋划此事的。

§47.2

ἡ γὰρ ὥσπερ ἐν σκάφει τὰς ἀποκλίσεις ἐπανισοῦσα τῆς πόλεως ἰσχὺς1 εἰς ἓν συνελθοῦσα καὶ γενομένη μία τὴν πάντα πράγματα καταστασιάσασαν καὶ καταβαλοῦσαν ἀνανταγώνιστον ῥοπὴν ἐποίησεν. ὁ γοῦν Κάτων τοὺς λέγοντας ὑπὸ τῆς ὕστερον γενομένης πρὸς Καίσαρα Πομπηΐῳ διαφορᾶς ἀνατραπῆναι τὴν πόλιν ἁμαρτάνειν ἔλεγεν αἰτιωμένους τὸ τελευταῖον· οὐ γὰρ τὴν στάσιν οὐδὲ τὴν ἔχθραν, ἀλλὰ τὴν σύστασιν καὶ τὴν ὁμόνοιαν αὐτῶν τῇ πόλει κακὸν πρῶτον γενέσθαι καὶ μέγιστον. ᾑρέθη μὲν γὰρ ὕπατος Καῖσαρ· εὐθὺς δὲ θεραπεύων τὸν ἄπορον καὶ πένητα κατοικίας πόλεων καὶ νομὰς ἀγρῶν ἔγραφεν, ἐκβαίνων τὸ τῆς ἀρχῆς ἀξίωμα καὶ τρόπον τινὰ δημαρχίαν τὴν ὑπατείαν καθιστάς.

因为城邦中原本像在船舱中平衡偏斜一样相互抗衡的力量,如今合而为一,形成了一股不可抗拒的压倒性倾覆之势,以党派之力压倒并摧毁了一切。因此小加图常说,那些声称城邦是被庞培与凯撒后来发生的争执所颠覆的人,归咎于最终的结果是错误的;因为对城邦而言,最初且最大的灾祸并非他们的内讧与敌意,而是他们的结盟与协同。凯撒当选为执政官;他随即讨好穷苦无依之人,起草关于建立殖民城市与分配土地的法案,超越了官职应有的尊严,在某种程度上将执政官变成了保民官。

§47.4

ἐναντιουμένου δὲ τοῦ συνάρχοντος αὐτῷ Βύβλου, καὶ Κάτωνος ἐρρωμενέστατα τῷ Βύβλῳ παρεσκευασμένου βοηθεῖν, προαγαγὼν ὁ Καῖσαρ ἐπὶ τοῦ βήματος Πομπήϊον ἐμφανῆ καὶ προσαγορεύσας ἠρώτησεν εἰ τοὺς νόμους ἐπαινοίη· τοῦ δὲ συμφήσαντος, οὐκοῦν, εἶπεν, ἄν τις τοὺς νόμους βιάζηται, εἰς τὸν δῆμον ἀφίξῃ βοηθῶν;

当他的同僚比布鲁斯出面反对,小加图也准备竭尽全力协助比布鲁斯时,凯撒将庞培公开领上讲坛,向他致意并询问他是否赞同这些法律。当庞培表示赞同后,凯撒便说: “那么,若有人对这些法律施加暴力,你会前来援助民众吗?”

§47.5

πάνυ μὲν οὖν, ἔφη ὁ Πομπήϊος, ἀφίξομαι, πρὸς τοὺς ἀπειλοῦντας τὰ ξίφη μετὰ ξίφους καὶ θυρεὸν κομίζων. τούτου Πομπήϊος οὐδὲν οὔτε εἰπεῖν οὔτε ποιῆσαι μέχρι τῆς ἡμέρας ἐκείνης φορτικώτερον ἔδοξεν, ὥστε καὶ τοὺς φίλους ἀπολογεῖσθαι φάσκοντας ἐκφυγεῖν αὐτὸν ἐπὶ καιροῦ τὸ ῥῆμα. τοῖς μέντοι μετὰ ταῦτα πραττομένοις φανερὸς ἦν ἤδη παντάπασιν ἑαυτὸν τῷ Καίσαρι χρήσασθαι παραδεδωκώς.

庞培说道: “必定如此;面对那些以刀剑威胁的人,我不仅带剑,还会携盾前来。” 直到那一天为止,庞培被认为从未说过或做过比这更为粗俗失格之事,以致连他的朋友们也为其开脱,声称这句话只是他一时失言脱口而出。然而从随后的所作所为中,已十分清楚他完全任由凯撒驱使支配。

§47.6

Ἰουλίαν γὰρ τὴν Καίσαρος θυγατέρα, Καιπίωνι καθωμολογημένην καὶ γαμεῖσθαι μέλλουσαν ὀλίγων ἡμερῶν, οὐδενὸς ἂν προσδοκήσαντος2 ἔγημε Πομπήϊος, μείλιγμα Καιπίωνι τῆς ὀργῆς τὴν ἑαυτοῦ θυγατέρα καταινέσας,3 Φαύστῳ τῷ παιδὶ Σύλλα πρότερον ἐγγεγυημένην. αὐτὸς δὲ Καῖσαρ ἔγημε Καλπουρνίαν τὴν Πείσωνος.

因为在谁也未能料想到的情况下,庞培娶了凯撒的女儿茱莉亚——她本已许配给凯皮奥,且定于数日内完婚;庞培为了平息凯皮奥的愤怒,答应将自己的女儿嫁给他,而她先前已与苏拉之子福斯图斯订婚。凯撒本人则娶了皮索之女卡尔普尔尼亚。

语法注3 条
  1. 47.2ἐπανισοῦσα τῆς πόλεως ἰσχὺς

    分词 ἐπανισοῦσα 修饰主语 ἰσχύς,其前插入了比喻短语 ὥσπερ ἐν σκάφει(“正如在船中一样”)及 ἐπανισοῦσα 的宾语 τὰς ἀποκλίσεις(“偏斜”)。随后的分词 εἰς ἓν συνελθοῦσα καὶ γενομένη μία 进一步扩展修饰主语,构成了直至主要动词 ἐποίησεν 为止的延隔结构。

  2. 47.6οὐδενὸς ἂν προσδοκήσαντος

    带有小词 ἄν 的属格独立结构,表达潜在或非现实语气(“谁也未曾料想到的情况下”)。该句修饰主要动词 ἔγημε,强调该联姻出人意料的突兀性质。

  3. 47.6μείλιγμα Καιπίωνι τῆς ὀργῆς τὴν ἑαυτοῦ θυγατέρα καταινέσας

    宾格名词 μείλιγμα(平息物、安慰品)用作宾语 τὴν ἑαυτοῦ θυγατέρα 的述语同位语。τῆς ὀργῆς 是附属于 μείλιγμα 的客体属格(“平息其怒气”),与格 Καιπίωνι 则表示受惠/相关的对象(“给凯皮奥”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:47.1-47.6