← 普鲁塔克

庞培传

§49.1-49.7

西塞罗的回归与庞培掌管粮食供应

庞培为躲避克洛狄乌斯的攻击而闭门不出,随后促成西塞罗回归并与元老院和解,由此获得粮食事务的大权,但又卷入了围绕恢复托勒密王位的政争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.1

ἠνία μὲν οὖν καί ταῦτα Πομπήϊον ἀήθη τοῦ κακῶς ἀκούειν1 ὄντα καί μάχης τοιαύτης ἄπειρον ἤχθετο δὲ μᾶλλον αἰσθανόμενος τήν βουλὴν ἐπιχαίρουσαν αὐτῷ προπηλακιζομένῳ καί διδόντι δίκην τῆς Κικέρωνος προδοσίας.

因此,这些事情也让不习惯遭人非议且缺乏此类争斗经验的庞培深感苦恼;而当他觉察到元老院因他遭受羞辱、因他背叛西塞罗而受报应而暗自称快时,内心更是恼恨不已。

§49.2

ἐπεὶ δὲ καὶ πληγὰς ἐν ἀγορᾷ μέχρι τραυμάτων συνέβη γενέσθαι, καί Κλωδίου τις οἰκέτης παραδυόμενος ἐν ὄχλῳ διὰ τῶν περιεστώτων πρὸς τὸν Πομπήϊον ἠλέγχθη ξίφος ἔχειν, ταῦτα ποιούμενος πρόφασιν,2 ἄλλως δὲ τοῦ Κλωδίου τήν ἀσέλγειαν καί τὰς βλασφημίας δεδιώς, οὐκέτι προῆλθεν εἰς ἀγορὰν ὅσον ἐκεῖνος ἦρχε χρόνον, ἀλλʼ οἰκουρῶν διετέλει καὶ σκεπτόμενος μετὰ τῶν φίλων ὅπως ἂν ἐξακέσαιτο τῆς βουλῆς καί τῶν ἀρίστων τήν πρὸς αὐτὸν ὀργήν.

况且,广场上甚至发生了致人受伤的殴斗,克洛狄乌斯的一名奴隶混迹在人群中穿过周围的人向庞培靠近时,被查出携带着一把短剑;庞培以此为借口,加之本就畏惧克洛狄乌斯的放肆与辱骂,只要那人还在任期内,他就再也不前往广场,而是闭门不出,与朋友们商议如何消除元老院和显要贵族对他的愤怒。

§49.3

Κουλλέωνι μὲν οὖν κελεύοντι τήν Ἰουλίαν ἀφεῖναι καί μεταβαλέσθαι πρὸς τήν σύγκλητον ἀπὸ τῆς Καίσαρος φιλίας οὐ προσέσχε, τοῖς δὲ Κικέρωνα καταγαγεῖν ἀξιοῦσιν, ἄνδρα καί Κλωδίῳ πολεμιώτατον καί τῇ βουλῇ προσφιλέστατον, ἐπείσθη· καί προαγαγὼν τὸν ἀδελφὸν αὐτοῦ δεόμενον σὺν χειρὶ πολλῇ, τραυμάτων ἐν ἀγορᾷ γενομένων καί τινων ἀναιρεθέντων, ἐκράτησε τοῦ Κλωδίου.

因此,库略劝他休掉尤利亚、脱离凯撒的友谊而倒向元老院,他并未理会;但他接受了那些主张迎回西塞罗之人的建议——西塞罗既是克洛狄乌斯最不共戴天的死敌,又是元老院最为爱戴的人;庞培带着大批随从引出西塞罗的兄弟前来请愿,在广场上发生流血乃至死人的冲突之后,庞培制服了克洛狄乌斯。

§49.4

καί νόμῳ κατελθὼν ὁ Κικέρων τήν τε βουλὴν εὐθὺς τῷ Πομπηΐῳ διήλλαττε, καί τῷ σιτικῷ νόμῳ συνηγορῶν τρόπῳ τινὶ πάλιν γῆς καί θαλάττης, ὅσην ἐκέκτηντο Ῥωμαῖοι, κύριον ἐποίει Πομπήϊον. ἐπʼ αὐτῷ γὰρ ἐγίνοντο λιμένες, ἐμπόρια, καρπῶν διαθέσεις, ἑνὶ λόγῳ, τὰ τῶν πλεόντων πράγματα, τὰ τῶν γεωργούντων.

西塞罗依法归来后,立即促成元老院与庞培和解,并通过支持粮食法,在某种意义上使庞培再度成为罗马人所拥有的一切陆地与海洋的主人。因为港口、集市、粮食调配,简而言之,水手和农夫的一切事务都归他管辖。

§49.5

Κλώδιος δὲ ᾐτιᾶτο μὴ γεγράφθαι τὸν νόμον διὰ τήν σιτοδείαν, ἀλλʼ ὅπως ὁ νόμος γραφείη γεγονέναι τήν σιτοδείαν, ὥσπερ ἐκ λιποθυμίας αὐτοῦ μαραινομένην τήν δύναμιν ἀρχῇ νέᾳ πάλιν ἀναζωπυροῦντος καί ἀναλαμβάνοντος. ἕτεροι δὲ τοῦ ὑπάτου Σπινθῆρος ἀποφαίνουσι τοῦτο σόφισμα, κατακλείσαντος εἰς ἀρχὴν μείζονα Πομπήϊον, ὅπως αὐτὸς ἐκπεμφθῇ Πτολεμαίῳ τῷ βασιλεῖ βοηθῶν.

然而克洛狄乌斯却指责说,并不是因为粮荒才制定这项法律,而是为了能制定这项法律才制造了粮荒,庞培是用一项新职位重新唤醒并挽救他那宛如昏厥般正在萎缩的权力。但另有人表明这是执政官斯平泰尔的诡计,他把庞培束缚在一项更大的官职中,以便自己能被派遣去援助国王托勒密。

§49.6

οὐ μὴν ἀλλὰ καί Κανίδιος εἰσήνεγκε δημαρχῶν νόμον, ἄνευ στρατιᾶς Πομπήϊον ἔχοντα ῥαβδούχους δύο διαλλάττειν Ἀλεξανδρεῦσι τὸν βασιλέα, καί Πομπήϊος μὲν ἐδόκει τῷ νόμῳ μὴ δυσχεραίνειν, ἡ δὲ σύγκλητος ἐξέβαλεν, εὐπρεπῶς σκηψαμένη δεδιέναι περὶ τἀνδρός. ἦν δὲ γράμμασιν ἐντυχεῖν διερριμμένοις κατʼ ἀγορὰν καί παρὰ τὸ βουλευτήριον ὡς δὴ Πτολεμαίου δεομένου Πομπήϊον αὐτῷ στρατηγὸν ἀντὶ τοῦ Σπινθῆρος δοθῆναι.

不仅如此,卡尼狄乌斯在担任保民官时也提出一项法案,规定庞培不带军队、仅带两名扈从去使国王与亚历山大里亚人和解;庞培看似并不反对该法案,元老院却予以否决,冠冕堂皇地借口是担心他的安全。然而,在广场和元老院议事堂旁,却随处可见散落的文书,声称是托勒密要求指派庞培而非斯平泰尔担任自己的统帅。

§49.7

Τιμαγένης δὲ καί ἄλλως τὸν Πτολεμαῖον οὐκ οὔσης ἀνάγκης ἀπελθεῖν φησι, καί καταλιπεῖν Αἴγυπτον ὑπὸ Θεοφάνους πεισθέντα πράττοντος Πομπηΐῳ χρηματισμοὺς καί στρατηγίας καινῆς ὑπόθεσιν. ἀλλὰ τοῦτο μὲν οὐχ οὕτως ἡ Θεοφάνους μοχθηρία πιθανὸν ὡς ἄπιστον ἡ Πομπηΐου ποιεῖ φύσις,3 οὐκ ἔχουσα κακόηθες οὐδʼ ἀνελεύθερον οὕτω τὸ φιλότιμον.

蒂马格奈斯则声称,托勒密在别无必要的情况下弃国出逃离开埃及,是受到了提奥法内斯的煽动,后者试图为庞培谋取发财的机会和发动新军事行动的借口。但是,提奥法内斯的奸诈使这种说法显得可信,远不如庞培的品性使之显得难以置信,因为他的野心绝非如此险恶与卑劣。

语法注3 条
  1. 49.1τοῦ κακῶς ἀκούειν

    附带冠词的属格不定式,作为形容词 ἀήθης(“不习惯于……”)的补足语。短语 κακῶς ἀκούειν 为习语,虽用主动语态却表达被动态意义(“遭人非议”、“名声受损”)。

  2. 49.2ταῦτα ποιούμενος πρόφασιν

    双宾格结构:ταῦτα 为直接宾语,πρόφασιν 为补足语/谓词性宾格(“以此为借口”)。

  3. 49.7οὐχ οὕτως ἡ Θεοφάνους μοχθηρία πιθανὸν ὡς ἄπιστον ἡ Πομπηΐου ποιεῖ φύσις

    结合了相关结构 οὐχ οὕτως... ὡς...(“与其说……不如说……”或“不及……之甚”)与动词 ποιεῖ 支配的双宾格(省略的宾语 τοῦτο 与形容词补足语 πιθανόν、ἄπιστον)。字面意为:“提奥法内斯的奸诈使此事显得可信,远不如庞培的本性使此事显得令人难以置信”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:49.1-49.7