← 普鲁塔克

庞培传

§46.1-46.5

庞培的全盛巅峰与因元老院对立而起的衰亡端倪

普鲁塔克述及庞培举行第三次凯旋式时的年龄并感叹其鼎盛时期,随后记述他在卢库鲁斯的反击与元老院的排挤下被迫投靠克洛狄乌斯等激进政客,为恺撒的崛起铺路并最终弃绝西塞罗的衰亡开端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46.1

ἡλικίᾳ δὲ τότε ἦν, ὡς μὲν οἱ κατὰ πάντα τῷ Ἀλεξάνδρῳ παραβάλλοντες αὐτὸν καὶ προσβιβάζοντες ἀξιοῦσι, νεώτερος τῶν τριάκοντα καὶ τεττάρων ἐτῶν, ἀληθείᾳ δὲ τοῖς τετταράκοντα προσῆγεν. ὡς ὤνητό γʼ ἂν ἐνταῦθα τοῦ βίου παυσάμενος,1 ἄχρι οὗ τὴν Ἀλεξάνδρου τύχην ἔσχεν· ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας ἤνεγκεν ἐπιφθόνους, ἀνηκέστους δὲ τὰς δυστυχίας.

当时他的年龄并不像那些凡事都要将他比作亚历山大、极力拔高他的人所声称的那样在三十四岁以下,事实上他已接近四十岁了。假若他在此时结束生命,停留在他享有亚历山大般幸运的时刻,那该是多么值得庆幸!然而此后的岁月,带给他的尽是招人嫉妒的幸运,以及无可挽回的不幸。

§46.2

ἣν γὰρ ἐκ προσηκόντων αὐτὸς ἐκτήσατο δύναμιν ἐν τῇ πόλει, ταύτῃ χρώμενος ὑπὲρ ἄλλων οὐ δικαίως, ὅσον ἐκείνοις ἰσχύος προσετίθει τῆς ἑαυτοῦ δόξης ἀφαιρῶν, ἔλαθε ῥώμῃ καὶ μεγέθει τῆς αὐτοῦ δυνάμεως καταλυθείς,2 καὶ καθάπερ τὰ καρτερώτατα μέρη καὶ χωρία τῶν πόλεων, ὅταν δέξηται πολεμίους, ἐκείνοις προστίθησι τὴν αὑτῶν ἰσχύν, οὕτως διὰ τῆς Πομπηΐου δυνάμεως Καῖσαρ ἐξαρθεὶς ἐπὶ τὴν πόλιν κατὰ τῶν ἄλλων ἴσχυσε, τοῦτον ἀνέτρεψε καὶ κατέβαλεν.3 ἐπράχθη δὲ οὕτως.

因为他在城邦中凭借应有的功勋亲自获得的权势,却不当地用于他人身上,他给那些人增加了多少力量,便减损了自己多少荣耀,以致在不知不觉中被自己权势的威力与庞大规模所摧毁。正如城邦中最为坚固的堡垒与据点一旦迎入敌人,便将自身的力量借给了敌人一样;恺撒借着庞培的权势被抬升而凌驾于城邦之上,压制了其他人,最终却将庞培推翻击倒。事情是这样发生的。

§46.3

Λεύκολλον, ὡς ἐπανῆλθεν ἐξ Ἀσίας ὑπὸ Πομπηΐου περιϋβρισμένος, αὐτίκα τε λαμπρῶς ἡ σύγκλητος ἐδέξατο, καὶ μᾶλλον ἔτι Πομπηΐου παραγενομένου κολούουσα τὴν δόξαν ἤγειρεν ἐπὶ τὴν πολιτείαν. ὁ δὲ τἆλλα μὲν ἀμβλὺς ἦν ἤδη καὶ κατέψυκτο τὸ πρακτικόν, ἡδονῇ σχολῆς καὶ ταῖς περί τὸν πλοῦτον διατριβαῖς ἑαυτὸν ἐνδεδωκώς, ἐπὶ δὲ Πομπήϊον εὐθὺς ἀΐξας καὶ λαβόμενος ἐντόνως αὐτοῦ περί τε τῶν διατάξεων ἃς ἔλυσεν ἐκράτει, καὶ πλέον εἶχεν ἐν τῇ βουλῇ συναγωνιζομένου Κάτωνος.

卢库鲁斯从亚洲返回时受尽了庞培的凌辱,元老院立即盛大隆重地接纳了他;而在庞培到来之后,元老院为了挫其声威,更加激励卢库鲁斯投身政事。卢库鲁斯在其他方面本已迟钝,行动力亦已冷却,完全沉溺于闲暇的享乐与追逐财富的消遣中,但他当即向庞培发起进攻,紧咬不放,在被庞培废除的那些规章政令上占了上风,并且在小加图的协同作战下在元老院中占据优势。

§46.4

ἐκπίπτων δὲ καὶ περιωθούμενος ὁ Πομπήϊος ἠναγκάζετο δημαρχοῦσι προσφεύγειν καὶ προσαρτᾶσθαι μειρακίοις· ὧν ὁ βδελυρώτατος καὶ θρασύτατος Κλώδιος ἀναλαβὼν αὐτὸν ὑπέρριψε τῷ δήμῳ, καὶ παρʼ ἀξίαν κυλινδούμενον ἐν ἀγορᾷ ἔχων καὶ περιφέρων ἐχρῆτο τῶν πρὸς χάριν ὄχλου καὶ κολακείαν γραφομένων καὶ λεγομένων βεβαιωτῇ, καὶ προσέτι μισθὸν ᾔτει, ὥσπερ οὐ καταισχύνων, ἀλλὰ εὐεργετῶν, ὃν ὕστερον ἔλαβε παρὰ Πομπηΐου, προέσθαι Κικέρωνα,4 φίλον ὄντα καὶ πλεῖστα δὴ πεπολιτευμένον ὑπὲρ αὐτοῦ. κινδυνεύοντι γὰρ αὐτῷ καὶ δεομένῳ βοηθείας οὐδὲ εἰς ὄψιν προῆλθεν, ἀλλὰ τοῖς ἥκουσιν ἀποκλείσας τὴν αὔλειον ἑτέραις θύραις ᾤχετο ἀπιών. Κικέρων δὲ φοβηθεὶς τὴν κρίσιν ὑπεξῆλθε τῆς Ῥώμης.

受挫被逼至窘境的庞培被迫求助于保民官,投靠那些轻狂的年轻人。其中最卑鄙下流、胆大妄为的克洛狄乌斯接纳了他,将他抛向民众;克洛狄乌斯带着他在广场上毫无体统地四处打滚、招摇过市,将他作为自己那些迎合民众与逢迎讨好的提案与演说的担保人;此外,克洛狄乌斯索要报酬,仿佛自己不是在羞辱他而是在施恩一般;他后来从庞培那里得到的这项报酬,便是抛弃西塞罗——西塞罗是庞培的朋友,曾为他在政治上竭尽全力。当西塞罗身处险境祈求援助时,庞培甚至避而不见,对前来的人紧闭院门,从另一道门悄悄溜走。西塞罗畏惧审判,秘密逃离了罗马。

语法注4 条
  1. 46.1ὡς ὤνητό γʼ ἂν ἐνταῦθα τοῦ βίου παυσάμενος

    感叹副词 ὡς 与 ὀνίνημι 的中间位直陈过去时 ὤνητο 加 ἄν 构成反事实虚拟,分词 παυσάμενος 相当于反事实条件从句:“假若他在此结束生命,那该是多么有益/幸运!”

  2. 46.2ἔλαθε ῥώμῃ καὶ μεγέθει τῆς αὐτοῦ δυνάμεως καταλυθείς

    动词 λανθάνω 的直陈过去时 ἔλαθε 与补足分词 καταλυθείς 构成的惯用句式,意为“不知不觉中被……击溃”。主语仍指庞培,表明他未曾觉察到正是自己权力的强大反过来摧毁了他自身。

  3. 46.2τοῦτον ἀνέτρεψε καὶ κατέβαλεν

    指示代词 τοῦτον 指代的是庞培,而该从句的主语是恺撒(Καῖσαρ)。此处承接前文要塞资敌的比喻,指恺撒借助庞培之力立足后,反过来“推翻并击倒了此人(庞培)”。

  4. 46.5προέσθαι Κικέρωνα

    不定词 προέσθαι(προΐημι 的中间位过去时不定式)在此作同位语,用以解释说明名词 μισθόν 及关系从句 ὃν ὕστερον ἔλαβε,指明报酬的具体内容:“即抛弃西塞罗”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:46.1-46.5