- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:45.1-45.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培举行了为期两天、空前盛大的凯旋式,展示其征服的辽阔疆域、财富与显赫俘虏,并成为首位从三大洲分别赢得凯旋式的罗马人。
τοῦ δὲ θριάμβου τῷ μεγέθει,1 καίπερ εἰς ἡμέρας δύο μερισθέντος, ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσεν,2 ἑτέρας ἀποχρῶντα πομπῆς ἀξίωμα καὶ κόσμος εἶναι, γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθʼ ὧν ἐθριάμβευεν.
然而,由于凯旋式的盛大规模,尽管被分在两天举行,时间仍然不够用,许多准备好的展品未能列入盛典之中,而这些展品本身已足够成为另一场游行的威仪与盛饰。
ἦν δὲ τάδε· πόντος, Ἀρμενία, Καππαδοκία, Παφλαγονία, Μηδία, Κολχίς, Ἴβηρες, Ἀλβανοί, Συρία, Κιλικία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Παλαιστίνην. Ἰουδαία, Ἀραβία, τὸ πειρατικὸν ἅπαν ἐν γῇ καὶ θαλάσσῃ καταπεπολεμημένον. ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων οὐκ ἐλάττονα, πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀποδέουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι δὲ πόλεων μιᾶς δέουσαι τετταράκοντα.
在队伍前方引领的牌匾上,则标明了他举行凯旋式所征服的各族人民。 这些包括:本都、亚美尼亚、卡帕多细亚、帕夫拉戈尼亚、米底亚、科尔基斯、伊比利亚人、阿尔巴尼亚人、叙利亚、基利家、美索不达米亚、腓尼基与巴勒斯坦周边地区、犹太、阿拉伯,以及在陆地和海洋上被彻底荡平的全体海盗势力。在这些战果之中,攻克的堡垒不下千座,城市近九百座,海盗船八百艘,新开拓的殖民城市亦达三十九座。
πρὸς δὲ τούτοις ἔφραζε διὰ τῶν γραμμάτων ὅτι πεντακισχίλιαι μὲν μυριάδες ἐκ τῶν τελῶν ὑπῆρχον, ἐκ δὲ ὧν αὐτὸς προσεκτήσατο τῇ πόλει3 μυριάδας ὀκτακισχιλίας πεντακοσίας λαμβάνουσιν, ἀναφέρεται δὲ εἰς τὸ δημόσιον ταμιεῖον ἐν νομίσματι καὶ κατασκευαῖς ἀργυρίου καὶ χρυσίου δισμύρια τάλαντα, πάρεξ τῶν εἰς τοὺς στρατιώτας δεδομένων, ὧν ὁ τοὐλάχιστον αἴρων κατὰ λόγον4 δραχμὰς εἴληφε χιλίας πεντακοσίας.
除这些之外,他还通过牌匾昭示:以往岁入公税原为五千万德拉克马,而从他为城邦新开拓的疆土中,如今可获八千五百万德拉克马;并且缴入国库的铸币以及金银器皿达两万塔兰同,这还不包括发给士兵的赏款,士兵中按比例分得最少者亦领得一千五百德拉克马。
αἰχμάλωτοι δʼ ἐπομπεύθησαν, ἄνευ τῶν ἀρχιπειρατῶν, υἱὸς Τιγράνου τοῦ Ἀρμενίου μετὰ γυναικὸς καὶ θυγατρός, αὐτοῦ τε Τιγράνου τοῦ βασιλέως γυνὴ Ζωσίμη, καὶ βασιλεὺς Ἰουδαίων Ἀριστόβουλος, Μιθριδάτου δὲ ἀδελφὴ καὶ πέντε τέκνα, καὶ Σκυθίδες γυναῖκες, Ἀλβανῶν δὲ καὶ Ἰβήρων ὅμηροι καὶ τοῦ Κομμαγηνῶν βασιλέως, καὶ τρόπαια πάμπολλα καὶ ταῖς μάχαις ἰσάριθμα πάσαις ἃς ἢ αὐτὸς ἢ διὰ τῶν στρατηγῶν ἐνίκησε.
游行队伍中的俘虏(海盗头目除外)包括:亚美尼亚人提格兰之子及其妻女、国王提格兰本人的妻子佐西梅、犹太人之王阿里斯托布鲁斯、米特拉达梯的一位姊妹和五个子女、斯基泰妇女、阿尔巴尼亚人与伊比利亚人以及科马吉尼国王的人质;更有无数的战功纪念碑,其数目与他亲自或借部将之手打赢的所有战役相等。
μέγιστον δὲ ὑπῆρχε πρὸς δόξαν καὶ μηδενὶ τῶν πώποτε Ῥωμαίων γεγονός, ὅτι τὸν τρίτον θρίαμβον ἀπὸ τῆς τρίτης ἠπείρου κατήγαγεν. ἐπεὶ τρίς γε καὶ πρότερον ἦσαν ἕτεροι τεθριαμβευκότες· ἐκεῖνος δὲ τὸν μὲν πρῶτον ἐκ Λιβύης, τὸν δὲ δεύτερον ἐξ Εὐρώπης, τοῦτον δὲ τὸν τελευταῖον ἀπὸ τῆς Ἀσίας εἰσαγαγὼν τρόπον τινὰ τὴν οἰκουμένην ἐδόκει τοῖς τρισὶν ὑπῆχθαι θριάμβοις.5
然而对于他的荣耀而言,最伟大且在历来罗马人中绝无仅有的一点,乃是他从第三个大洲迎来了第三次凯旋式。因为此前虽亦有人举行过三次凯旋式,但他将第一次〔凯旋式〕从利比亚、第二次从欧洲、最后这一次则从亚洲引入,似乎在某种程度上以他的这三次凯旋式征服了整个天下。
- 45.1τοῦ δὲ θριάμβου τῷ μεγέθει
属格 τοῦ θριάμβου 修饰与格 τῷ μεγέθει,而 τῷ μεγέθει 作原因与格,修饰主句动词 οὐκ ἐξήρκεσεν,意为“由于凯旋式的盛大规模(时间不够用)”。
- 45.1τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσεν
τῶν παρεσκευασμένων 为部分属格,修饰主语 πολλὰ。τῆς θέας 为复合动词 ἐξέπεσεν(ἐκπίπτω)所要求的离格性属格(分离属格),意为“许多准备好的物品被排除在观览(盛典)之外”。
- 45.3ἐκ δὲ ὧν αὐτὸς προσεκτήσατο τῇ πόλει
先行词 τούτων 被省略,关系代词 ὧν 受介词 ἐκ 支配被吸引(同化)为属格(相当于 ἐκ δὲ τούτων ἃ αὐτὸς προσεκτήσατο),意即“从他自己为城邦新获得的(土地)中”。
- 45.3ὧν ὁ τοὐλάχιστον αἴρων κατὰ λόγον
属格 ὧν 为部分属格,指代前句的 τοὺς στρατιώτας。带冠词分词 ὁ αἴρων 实词化作主语(“领取者”),τοὐλάχιστον 作状语性宾格(“最少”),κατὰ λόγον 意为“按比例”。
- 45.5τρόπον τινὰ τὴν οἰκουμένην ἐδόκει τοῖς τρισὶν ὑπῆχθαι θριάμβοις
动词 ἐδόκει 采用人称结构,以 ἐκεῖνος(庞培)为主语,后接 ὑπάγω 的完成时关身不定式 ὑπῆχθαι(关身语态意为“使臣服、征服”),宾格 τὴν οἰκουμένην 作其直接宾语。τρόπον τινὰ 为状语性宾格(“在某种程度上”),τοῖς τρισὶν θριάμβοις 为工具与格。
