← 普鲁塔克

庞培传

§44.1-44.4

加图拒绝结亲与助选行贿的丑闻

庞培推迟选举的提议遭加图阻挠,试图结亲拉拢亦被加图识破拒绝;随后庞培为阿芙拉尼乌斯行贿助选招致恶评。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44.1

ἐπεὶ δὲ ὁ νόμος οὐκ εἴα πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, ἔπεμψεν ἀξιῶν εἰς τὴν βουλὴν ἀναβαλέσθαι τὰς τῶν ὑπάτων ἀρχαιρεσίας, καὶ δοῦναι ταύτην αὐτῷ τὴν χάριν ὅπως παρὼν Πείσωνι συναρχαιρεσιάσῃ.

但因法律不允许在举行凯旋式之前进入罗马城,庞培便派遣使者向元老院提出请求,希望推迟执政官选举,并给予他这项恩惠,以便他能亲自到场为皮索助选。

§44.2

Κάτωνος δὲ πρὸς τὴν ἀξίωσιν ἐνστάντος οὐκ ἔτυχε τοῦ βουλεύματος, θαυμάσας δὲ τὴν παρρησίαν αὐτοῦ καὶ τὸν τόνον ᾧ μόνος ἐχρῆτο φανερῶς ὑπὲρ τῶν δικαίων, ἐπεθύμησεν ἁμῶς γέ πως κτήσασθαι τὸν ἄνδρα· καὶ δυεῖν οὐσῶν ἀδελφιδῶν τῷ Κάτωνι τὴν μὲν αὐτὸς ἐβούλετο λαβεῖν γυναῖκα, τὴν δὲ τῷ παιδὶ συνοικίσαι.

在加图出面反对这项请求后,他的企图未能实现。然而,庞培感佩于加图的直言不讳以及唯有他一人为了正义而公开展现的刚毅气魄,遂渴望以某种方式将此人拉拢过来;由于加图有两个侄女,庞培便希望自己迎娶其一为妻,另一位则配与自己的儿子。

§44.3

τοῦ δὲ Κάτωνος ὑπιδομένου τὴν πεῖραν, ὡς διαφθορὰν οὖσαν αὐτοῦ τρόπον τινὰ δεκαζομένου διὰ τῆς οἰκειότητος,1 ἥ τε ἀδελφὴ καὶ ἡ γυνὴ χαλεπῶς ἔφερον εἰ Πομπήϊον Μάγνον ἀποτρίψεται κηδεστήν. ἐν τούτῳ δὲ βουλόμενος ὕπατον ἀποδεῖξαι Πομπήϊος Ἀφράνιον ἀργύριον εἰς τὰς φυλὰς ἀνήλισκεν ὑπὲρ αὐτοῦ, καὶ τοῦτο κατιόντες εἰς τοὺς Πομπηΐου κήπους ἐλάμβανον, ὥστε τὸ πρᾶγμα περιβόητον εἶναι καὶ τὸν Πομπήϊον ἀκούειν κακῶς, ἧς αὐτὸς ἀρχῆς ἐφʼ οἷς κατώρθωσεν ὡς μεγίστης ἔτυχε, ταύτην ὤνιον ποιοῦντα2 τοῖς διʼ ἀρετῆς κτήσασθαι μὴ δυναμένοις. τούτων μέντοι, πρὸς τὰς γυναῖκας ὁ Κάτων ἔφησε, τῶν ὀνειδῶν κοινωνητέον οἰκείοις Πομπηΐου γενομένοις.3 αἱ δὲ ἀκούσασαι συνέγνωσαν βέλτιον αὐτῶν ἐκεῖνον λογίζεσθαι περὶ τοῦ πρέποντος.

但加图对这番试探深怀戒心,认为这是企图通过联姻在某种程度上收买贿赂他的腐败行径;加图的姊妹和妻子却因他回绝了庞培·马格努斯结为姻亲的提议而大为恼怒。与此同时,庞培一心想让阿芙拉尼乌斯当选执政官,便为他在各部族中挥霍金钱行贿,人们纷纷下到庞培的花园里去领取赏钱,以致此事闹得沸沸扬扬,庞培也因此声名狼藉,因他将自己凭着卓著功勋作为最高奖赏而获得的职位,沦为那些无力凭借德行求得官职者的买卖之物。 “然而,”加图对妇人们说道,“若是成了庞培的亲眷,这些耻辱原是必须由我们分担的。” 她们听后,亦承认加图对于何谓得体合宜之事,确实比她们思虑得更为深远。

语法注3 条
  1. 44.3ὡς διαφθορὰν οὖσαν αὐτοῦ τρόπον τινὰ δεκαζομένου διὰ τῆς οἰκειότητος

    接续词 ὡς 带宾格分词结构 διαφθορὰν οὖσαν,表示加图主观上的判断与动机(“视为……”)。属格 αὐτοῦ ... δεκαζομένου 作 διαφθοράν 的宾格性属格(或分词的名词化用法),意为“通过联姻关系使他自身在某种程度上遭到收买贿赂的腐蚀”。

  2. 44.4ἧς αὐτὸς ἀρχῆς ἐφʼ οἷς κατώρθωσεν ὡς μεγίστης ἔτυχε, ταύτην ὤνιον ποιοῦντα

    先行词被吸收入关系从句中的倒装结构(inverse attraction)。按常规语序为 ποιοῦντα ταύτην τὴν ἀρχὴν ὤνιον, ἧς ... ἔτυχε(“将他所获得的这一职位沦为待售之物”),但先行词 ἀρχῆς 在格与位置上被提入开头的关系从句 ἧς ... ἀρχῆς 中,随后以指示代词 ταύτην 作呼应复指。

  3. 44.4τούτων μέντοι, πρὸς τὰς γυναῖκας ὁ Κάτων ἔφησε, τῶν ὀνειδῶν κοινωνητέον οἰκείοις Πομπηΐου γενομένοις.

    由非人称动形容词 κοινωνητέον 构成的句式。动形容词用中性单数形式,支配属格宾语 τούτων ... τῶν ὀνειδῶν(“这些耻辱”)。逻辑主语“我们”(ἡμῖν)在语境中被省略,而与格分词短语 οἰκείοις ... γενομένοις 与之保持格的一致,起到条件或伴随状态的作用(“如果成为了庞培的亲族”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:44.1-44.4