- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:43.1-43.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马盛传庞培将率军建立独裁统治的流言,克拉苏携资离城;然而庞培甫抵意大利即遣散军队,各城邦民众自发蜂拥相随,以巨大的声势拥戴他返回罗马。
λόγοι δὲ παντοδαποὶ περὶ τοῦ Πομπηΐου προκατέπιπτον εἰς τὴν Ῥώμην, καὶ θόρυβος ἦν πολύς, ὡς εὐθὺς ἄξοντος ἐπὶ τὴν πόλιν τὸ στράτευμα καὶ μοναρχίας βεβαίας ἐσομένης.1 Κράσσος δὲ τοὺς παῖδας καὶ τὰ χρήματα λαβὼν ὑπεξῆλθεν, εἴτε δείσας ἀληθῶς, εἴτε μᾶλλον, ὡς ἐδόκει, πίστιν ἀπολείπων τῇ διαβολῇ καὶ τὸν φθόνον ποιῶν τραχύτερον.
与此同时,有关庞培的各种流言先期传入罗马,引起了极大的骚动,人们纷纷传说他将立即率军直指罗马城,牢固的君主统治即将到来。克拉苏带着子女和钱财悄然离开,这或是因为他真的畏惧,抑或毋宁如旁人所见的那样,为了给谣言增加可信度,从而激起针对庞培的更严厉的仇怨。
εὐθὺς οὖν ἐπιβὰς Ἰταλίας ὁ Πομπήϊος καὶ συναγαγὼν εἰς ἐκκλησίαν τοὺς στρατιώτας καὶ τὰ πρέποντα διαλεχθεὶς καὶ φιλοφρονησάμενος, ἐκέλευσε διαλύεσθαι κατὰ πόλιν ἑκάστους καὶ τρέπεσθαι πρὸς τὰ οἰκεῖα, μεμνημένους αὖθις ἐπὶ τὸν θρίαμβον αὐτῷ συνελθεῖν. οὕτω δὲ τῆς στρατιᾶς σκεδασθείσης καὶ πυνθανομένων ἁπάντων πρᾶγμα συνέβη θαυμαστόν.
因此,庞培一踏上意大利的土地,便立即将士兵召集起来举行大会,发表了得体的讲话并致以温切的关怀后,命众人各自解散返回本城归家,只需记住日后为他的凯旋式再度集结。军队就这样解散并为众人所知晓后,发生了一件令人惊叹之事。
ὁρῶσαι γὰρ αἱ πόλεις Πομπήϊον Μάγνον ἄνοπλον καὶ μετʼ ὀλίγων τῶν συνήθων ὥσπερ ἐξ ἄλλης ἀποδημίας διαπορευόμενον, ἐκχεόμεναι διʼ εὔνοιαν καὶ προπέμπουσαι μετὰ μείζονος δυνάμεως συγκατῆγον εἰς τὴν Ῥώμην, εἴ τι κινεῖν διενοεῖτο καὶ νεωτερίζειν τότε, μηδὲν ἐκείνου δεόμενον τοῦ στρατεύματος.2
因为各城邑看到庞培·马格努斯手无寸铁,仅带数名亲信行经各地,宛如只是一次平常的海外归行,便出于善意倾城而出为他护送,以比军队更庞大的声势伴同他前往罗马;此时他若真想发动任何政变或变革,根本不需要那支军队。
- 43.1ὡς εὐθὺς ἄξοντος ἐπὶ τὴν πόλιν τὸ στράτευμα καὶ μοναρχίας βεβαίας ἐσομένης
由 ὡς 引导的属格独立结构,表示罗马民众主观认为或流言所传的内容。前半句的 ἄξοντος 的逻辑主语为承前省略的庞培,后半句的 μοναρχίας ... ἐσομένης 则作为带独立名词主语的属格独立结构与之并列。
- 43.3μηδὲν ἐκείνου δεόμενον τοῦ στρατεύματος
分词 δεόμενον 为阳性宾格单数,修饰主句的宾语庞培(Πομπήϊον),意为“他完全不需要那支军队”。ἐκείνου τοῦ στρατεύματος 则是动词 δεῖσθαι 所要求的表示匮乏/需要的属格补足语。
