- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:42.1-42.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培确认米特拉达梯死讯后结束远征启程回国,途中在米提利尼、罗德岛与雅典备受款待并游历讲学,却在行将抵达意大利时因妻子穆基娅不轨而将她休弃。
ἐκ τούτου τὸ μὲν στράτευμα τῇ χαρᾷ χρώμενον, ὡς εἰκός, ἐν θυσίαις καὶ συνουσίαις διῆγεν, ὡς ἐν τῷ Μιθριδάτου σώματι μυρίων τεθνηκότων πολεμίων. Πομπήϊος δὲ ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς στρατείαις κεφαλὴν ἐπιτεθεικὼς οὐ πάνυ ῥᾳδίως οὕτω προσδοκηθεῖσαν, εὐθὺς ἀνέζευξεν ἐκ τῆς Ἀραβίας· καὶ ταχὺ τὰς ἐν μέσῳ διεξελθὼν ἐπαρχίας εἰς Ἀμισὸν ἀφίκετο, καὶ κατέλαβε πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκομισμένα, πολλὰ δὲ σώματα τῶν βασιλικῶν, αὐτὸν δὲ τὸν Μιθριδάτου νεκρὸν οὐ πάνυ γνώριμον ἀπὸ τοῦ προσώπου τὸν γὰρ ἐγκέφαλον ἔλαθεν ἐκτῆξαι τοὺς θεραπεύοντας·1 ἀλλὰ ταῖς οὐλαῖς ἐπεγίγνωσκον οἱ δεόμενοι τοῦ θεάματος.
由此,军队理所当然地沉浸在喜悦之中,在祭祀与宴饮中度日,仿佛在米特拉达梯一人的躯体中便有一万名敌人毙命。而庞培既已为自己的事功与远征画上了一个未曾料到会如此轻易到来的完满句号,便立即从阿拉伯撤军;他迅速穿越中途的各行省抵达阿米苏斯,在那里见到了法尔纳克送来的大批贡礼、众多王族尸首,以及米特拉达梯本人的尸身。由于防腐人员一时疏忽忘了将脑髓溶出,其面容已很难辨认;不过那些渴望一睹真容的人凭着伤疤还是认出了他。
οὐ γὰρ αὐτὸς Πομπήϊος ἰδεῖν ὑπέμεινεν, ἀλλʼ ἀφοσιωσάμενος τὸ νεμεσητὸν2 εἰς Σινώπην ἀπέπεμψε, τῆς δʼ ἐσθῆτος, ἣν ἐφόρει, καὶ τῶν ὅπλων τὸ μέγεθος καὶ τήν λαμπρότητα ἐθαύμασε· καίτοι τὸν μὲν ξιφιστῆρα πεποιημένον ἀπὸ τετρακοσίων ταλάντων Πόπλιος κλέψας ἐπώλησεν Ἀριαράθῃ, τὴν δὲ κίταριν Γάϊος ὁ τοῦ Μιθριδάτου σύντροφος ἔδωκε κρύφα δεηθέντι Φαύστῳ τῷ Σύλλα παιδί, θαυμαστῆς οὖσαν ἐργασίας, ὃ τότε τὸν Πομπήϊον διέλαθε. Φαρνάκης δὲ γνοὺς ὕστερον ἐτιμωρήσατο τοὺς ὑφελομένους.
因为庞培本人不忍亲眼目睹,而是在依礼避过神谴后将尸体送往西诺珀;然而,庞培对其生前所着的服饰与兵器的宏大华丽赞叹不已。不过,那条造价四百塔兰特的宝剑带已被普布利乌斯盗走并卖给了阿里阿拉特;而米特拉达梯的义兄弟盖乌斯则将那顶工艺绝伦的王冠暗中赠予了向其索要的苏拉之子福斯图斯,这在当时都瞒过了庞培。法尔纳克后来得知此事,惩办了窃贼。
διοικήσας δὲ τὰ ἐκεῖ καὶ καταστησάμενος οὕτως ἤδη πανηγυρικώτερον ἐχρῆτο τῇ πορείᾳ, καὶ γὰρ εἰς Μιτυλήνην ἀφικόμενος τήν τε πόλιν ἠλευθέρωσε διὰ Θεοφάνη, καὶ τὸν ἀγῶνα τὸν πάτριον ἐθεάσατο τῶν ποιητῶν, ὑπόθεσιν μίαν ἔχοντα τὰς ἐκείνου πράξεις, ἡσθεὶς δὲ τῷ θεάτρῳ περιεγράψατο τὸ εἶδος αὐτοῦ καὶ τὸν τύπον, ὡς ὅμοιον ἀπεργασόμενος τὸ ἐν Ῥώμῃ, μεῖζον δὲ καὶ σεμνότερον.
在安排妥当并整饬那里的事务后,庞培如今以更具凯旋庆典的方式踏上归程。他抵达米提利尼后,为了泰奥法奈斯而宣布该城为自由邦,并观看了传统的诗歌竞赛,诗人的唯一题材便是他的功业;他对那里的剧场大为赞赏,命人摹绘下其外观与样式,打算在罗马建造一座类似的剧场,只是规模更大、更庄严。
ἐν δὲ Ῥόδῳ γενόμενος πάντων μὲν ἠκροάσατο τῶν σοφιστῶν, καὶ δωρεὰν ἑκάστῳ τάλαντον ἔδωκε· Ποσειδώνιος δὲ καὶ τήν ἀκρόασιν ἀνέγραψεν ἣν ἔσχεν ἐπʼ αὐτοῦ πρὸς Ἑρμαγόραν τὸν ῥήτορα περὶ τῆς καθόλου ζητήσεως ἀντιταξάμενος. ἐν δὲ Ἀθήναις τὰ μὲν πρὸς τοὺς φιλοσόφους ὅμοια τοῦ Πομπηΐου· τῇ πόλει δὲ ἐπιδοὺς εἰς ἐπισκευὴν πεντήκοντα τάλαντα λαμπρότατος ἀνθρώπων ἤλπιζεν ἐπιβήσεσθαι τῆς Ἰταλίας καὶ ποθῶν ὀφθήσεσθαι τοῖς οἴκοι ποθοῦσιν. ᾧ δʼ ἄρα πρὸς τὰ λαμπρὰ καὶ μεγάλα τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν ἀεί τινα κεραννύναι κακοῦ μοῖραν ἐπιμελές ἐστι δαιμονίῳ, τοῦτο ὑποικούρει3 πάλαι παρασκευάζον αὐτῷ λυπηροτέραν τήν ἐπάνοδον.
到了罗德岛,他听取了所有智术师的讲学,赠予每人一塔兰特作为礼金;波希多尼奥斯甚至记录了自己在庞培面前与修辞学家赫尔玛戈拉斯就普遍论题论辩时所作的演讲。在雅典,庞培对待哲学家们的礼遇亦是如此;他又向雅典城捐赠五十塔兰特用于修复工程,期望作为世上最显赫之人踏上意大利的土地,渴望出现在家中盼望他归来的人们面前。然而,似乎有某种神灵总是热衷于在命运赋予的辉煌显赫的恩赐中掺杂一份祸患,这股力量早已暗中作祟,为他准备了一场更令人痛心的归程。
ἐξύβρισε γὰρ ἡ Μουκία παρὰ τήν ἀποδημίαν αὐτοῦ, καὶ πόρρω μὲν ὢν ὁ Πομπήϊος κατεφρόνει τοῦ λόγου· πλησίον δὲ Ἰταλίας γενόμενος καὶ σχολάζοντι τῷ λογισμῷ μᾶλλον, ὡς ἔοικε, τῆς αἰτίας ἁψάμενος, ἔπεμψεν αὐτῇ τήν ἄφεσιν, οὔτε τότε γράψας οὔθʼ ὕστερον ἐφʼ οἷς ἀφῆκεν ἐξειπών ἐν δʼ ἐπιστολαῖς Κικέρωνος ἡ αἰτία γέγραπται.
原来,穆基娅在他离家期间肆意不轨。远在他乡时庞培对传闻不以为意;但当他逼近意大利,心绪闲暇下来,似乎更严肃地审视了指控,便向她送去了休书,无论在当时还是后来,他都未曾写下或明言休妻的缘由;但在西塞罗的书信中记录了其中的原因。
- 42.2τὸν γὰρ ἐγκέφαλον ἔλαθεν ἐκτῆξαι τοὺς θεραπεύοντας
动词 ἔλαθεν 在此未接常用的补充分词,而是接不定式 ἐκτῆξαι。无人称的 ἔλαθεν 以 τοὺς θεραπεύοντας 为宾语,以不定式短语 τὸν ἐγκέφαλον ἐκτῆξαι(“将脑髓溶出”,防腐工序,参希罗多德 2.86)为主语,意为“防腐人员疏忽,忘了将脑髓溶出”。
- 42.3ἀφοσιωσάμενος τὸ νεμεσητὸν
中间相分词 ἀφοσιωσάμενος 意为“通过宗教仪式或恪守礼法以消弭神谴/禳除灾异”。其宾语中性词 τὸ νεμεσητόν 指“招致神怒或报应之事”,整句说明庞培为防止对敌国故君的不敬招致复仇女神(涅墨西斯)的惩戒,而履行了应尽的仪式。
- 42.6ᾧ δʼ ἄρα πρὸς τὰ λαμπρὰ καὶ μεγάλα τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν ἀεί τινα κεραννύναι κακοῦ μοῖραν ἐπιμελές ἐστι δαιμονίῳ, τοῦτο ὑποικούρει
先行词 δαιμονίῳ 被吸收入开头的关系从句中(ᾧ... δαιμονίῳ),作为非人称结构 ἐπιμελές ἐστι 的与格补足语。主句的主语由中性代词 τοῦτο 承接,整体句式骨架为:“对于那个以在运势的大好善果中掺杂灾厄为务的神灵(ᾧ δαιμονίῳ...),这股力量(τοῦτο)早已暗中潜伏”。
