← 普鲁塔克

庞培传

§41.1-41.5

出征佩特拉与米特拉达梯败亡的消息

庞培部分出于拖延追击米特拉达梯的意图进军佩特拉的阿拉伯人,但在行军途中接到急报,得知米特拉达梯因儿子叛变而已自尽身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

τοῦ δὲ βασιλέως τῶν περὶ τὴν Πέτραν Ἀράβων πρότερον μὲν ἐν οὐδενὶ λόγῳ τὰ Ῥωμαίων τιθεμένου, τότε δὲ δείσαντος ἰσχυρῶς καὶ γράψαντος ὅτι πάντα πείθεσθαι καὶ ποιεῖν ἔγνωκεν, ἐκβεβαιώσασθαι βουλόμενος αὐτοῦ τὴν διάνοιαν ὁ Πομπήϊος ἐστράτευσεν ἐπὶ τὴν Πέτραν οὐ πάνυ τι τοῖς πολλοῖς ἄμεμπτον στρατείαν.

另一方面,佩特拉周围的阿拉伯人之王此前从未把罗马人的势力放在眼里,此时却极为恐惧,并致信表示已决定遵从并执行一切命令;庞培意欲确立其臣服之意,便向佩特拉进军——然而在许多人看来,这次出征绝非无可指摘。

§41.2

ἀπόδρασιν γὰρ ᾤοντο τῆς Μιθριδάτου διώξεως εἶναι, καὶ πρὸς ἐκεῖνον ἠξίουν τρέπεσθαι τὸν ἀρχαῖον ἀνταγωνιστήν, αὖθις ἀναζωπυροῦντα καὶ παρασκευαζόμενον, ὡς ἀπηγγέλλετο, διὰ Σκυθῶν καὶ Παιόνων στρατὸν ἐλαύνειν ἐπὶ τὴν Ἰταλίαν, ὁ δὲ ῥᾷον οἰόμενος αὐτοῦ καταλύσειν τὴν δύναμιν πολεμοῦντος ἢ τὸ σῶμα λήψεσθαι φεύγοντος,1 οὐκ ἐβούλετο τρίβεσθαι μάτην περὶ τὴν δίωξιν, ἑτέρας δὲ τοῦ πολέμου παρενθήκας ἐποιεῖτο καὶ τὸν χρόνον εἷλκεν.

因为众人认为这是在逃避对米特拉达梯的追击,主张庞培应当对准那个昔日的对手;据说此人正死灰复燃,准备率军穿过斯基泰人与培奥尼亚人的领地直逼意大利。然而庞培认为,击溃正在交战中的米特拉达梯的军力,要比生擒逃窜中的他本人容易得多,因而不想在追击上白白耗费时间,便在战争中横生旁枝以拖延时日。

§41.3

ἡ δὲ τύχη τὴν ἀπορίαν ἔλυσεν. οὐκέτι γὰρ αὐτοῦ τῆς Πέτρας πολλὴν ὁδὸν ἀπέχοντος, ἤδη δὲ τῆς ἡμέρας ἐκείνης βεβλημένου χάρακα καὶ γυμνάζοντος ἑαυτὸν ἵππῳ παρὰ τὸ στρατόπεδον, γραμματηφόροι προσήλαυνον ἐκ Πόντου κομίζοντες εὐαγγέλια. δῆλοι δʼ εὐθύς εἰσι ταῖς αἰχμαῖς τῶν δοράτων· δάφναις γὰρ ἀναστέφονται. τούτους ἰδόντες οἱ στρατιῶται συνετρόχαζον πρὸς τὸν Πομπήϊον.

可是,命运化解了这一难题。当时他距佩特拉已然不远,当天刚立起营垒,正在营旁策马操练,便有信使自本都飞驰而来,带来了捷报。从信使矛尖上的装饰一眼便能看出是捷报,因为那上面缠着月桂枝。士兵们一见他们,便纷纷朝庞培奔聚过去。

§41.4

ὁ δὲ πρῶτον μὲν ἐβούλετο τὰ γυμνάσια συντελεῖν, βοώντων δὲ καὶ δεομένων καταπηδήσας ἀπὸ τοῦ ἵππου καὶ λαβὼν τὰ γράμματα προῄει. βήματος δὲ οὐκ ὄντος οὐδὲ τοῦ στρατιωτικοῦ γενέσθαι φθάσαντος2 (ὃ ποιοῦσιν αὐτοὶ τῆς γῆς ἐκτομὰς βαθείας λαμβάνοντες καὶ κατʼ ἀλλήλων συντιθέντες), ὑπὸ τῆς τότε σπουδῆς καὶ προθυμίας τὰ σάγματα τῶν ὑποζυγίων συμφορήσαντες ὕψος ἐξῆραν·

庞培起初还想完成操练,但在众人高呼恳求之下,他便跳下马背,接过信件走上前去。当时既无讲坛,又来不及筑起军中惯用的土坛(即士兵们自行动手挖取深层土块并相互叠垒而成),在当时的急迫与热情之下,众人将驮兽的鞍具堆积在一起,筑起了一座高坛。

§41.5

ἐπὶ τοῦτο προβὰς ὁ Πομπήϊος ἀπήγγειλεν αὐτοῖς ὅτι Μιθριδάτης τέθνηκε στασιάσαντος Φαρνάκου τοῦ υἱοῦ διαχρησάμενος αὑτόν, τὰ δὲ ἐκεῖ πάντα πράγματα Φαρνάκης κατεκληρώσατο, καὶ ἑαυτῷ καὶ Ῥωμαίοις γέγραφε ποιούμενος.3

庞培登临其上,向士兵们宣告:米特拉达梯在其子法尔纳克叛变后自尽身亡,那里的全部局势已被法尔纳克接掌,且法尔纳克已来信表示将一切尽归于自己和罗马人。

语法注3 条
  1. 41.2αὐτοῦ καταλύσειν τὴν δύναμιν πολεμοῦντος ἢ τὸ σῶμα λήψεσθαι φεύγοντος

    分词 πολεμοῦντος 与 φεύγοντος 均与属格代词 αὐτοῦ 一致,表示时间或情境(“在他交战时”、“在他逃窜时”)。不定式 καταλύσειν 与 λήψεσθαι 构成由 ῥᾷον ... ἢ ...(“……比……更容易”)引导的对称比较结构。

  2. 41.4οὐδὲ τοῦ στρατιωτικοῦ γενέσθαι φθάσαντος

    属格 τοῦ στρατιωτικοῦ 承接前文的中性名词 βῆμα(“讲坛”),意为“军用土坛”。动词 φθάνω 接不定式(γενέσθαι)表示“先行完成”或“来得及做……”,与否定词 οὐδέ 一同构成属格独立结构,意为“亦未及预先筑成军旅之坛”。

  3. 41.5ἑαυτῷ καὶ Ῥωμαίοις γέγραφε ποιούμενος

    中动态分词 ποιούμενος 承接前面的 τὰ πράγματα 作隐含宾语,具有将情势收归己有或安排妥当之意(“为他自己和罗马人控制/理顺了局势”),作为状语分词修饰主句动词 γέγραφε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:41.1-41.5